Τετάρτη 18 Νοεμβρίου 2009

Ὡς πρεσβευτὴν πιστότατον, ὡς προστάτην θερμότατον, τῷ Παμβασιλεῖ καὶ Ποιητῇ τῆς κτίσεως, σὲ νῦν προβαλλόμεθα, ὑπὲρ ὑμῶν δυσώπησον Πλάτων

Φοβερὰ καὶ παράδοξα, τὰ τρόπαια Κύριε τοῦ Μάρτυρός σου·
τῶν γὰρ ἁλιέων ζηλώσας τὴν παρρησίαν,
καὶ τὴν Σκηνορράφου θεολογίαν,
τὴν Πλάτωνος μυθολογίαν, καὶ τὴν Στωϊκὴν φλυαρίαν,
λόγοις καὶ ἔργοις κατέρραξε τήν δορὰν ἀποδαρείς,
καὶ τὴν κάραν ἐκτμηθείς,
τῇ χύσει τῶν αἱμάτων αὐτοῦ, τὸν ἐχθρὸν ἀπέπνιξεν.
Ἀλλ' ὦ Μαρτύρων τὸ κλέος,
ὁ παρρησίᾳ κηρύξας τὸ ὄνομα Χριστοῦ τὸ μέγα,
αἴτησαι θαυματουργέ,
Πλάτων παμμακάριστε,
ταῖς ψυχαῖς ἡμῶν δοθῆναι
τὸ μέγα ἔλεος

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου