Δευτέρα 7 Δεκεμβρίου 2009

Ιεράρχα Ἀμβρόσιε πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου

Ὅσιε Πάτερ, ἀξιάγαστε Ἀμβρόσιε,
εὑροῦσα ὡς ἐπόθει, τὴν καθαράν σου ψυχήν,
τοῦ Πνεύματος ἡ χάρις τοῦ Παναγίου,
ἐν σοὶ ἐσκήνωσεν ὡς ἄδυτον φῶς,
οὗ τῇ ἐνεργείᾳ, τὰ πνεύματα τῆς πλάνης,
ἀποδιώκεις διαπαντός,
καὶ θεραπεύεις τὰς νόσους καὶ μαλακίας,
τῶν προσιόντων σοι ἁπλότητι καρδίας,
καὶ ἐκτελούντων σου,
τὴν μνήμην τὴν φωσφόρον
Χριστὸν ἱκέτευε,
Χριστὸν δυσώπει Ὅσιε,
δωρηθῆναι τῇ Ἐκκλησίᾳ,
ὁμόνοιαν, εἰρήνην,
καὶ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου