Δευτέρα 28 Δεκεμβρίου 2009

Ἄγει ἑορτήν, ἐν χαρᾷ πᾶσα ἡ Κτίσις, καὶ οἱ οὐρανοί, σὺν ἡμῖν ἀγαλλιῶνται


Ἀκατάληπτον τὸ τελούμενον,
ἐν Βηθλεὲμ σήμερον μυστήριον!
ὁ ἀόρατος ὁρᾶται, ὁ ἄσαρκος σαρκοῦται,
ὁ Λόγος παχύνεται, καὶ ὁ Ὢν γίνεται ὃ οὐκ ἦν.
Παρθένος τίκτει ἐν Σπηλαίῳ βρέφος νέον, τὸν Πλάστην τῆς φύσεως·
φάτνη ἐκτυποῦται, εἰς θρόνον ἐπουράνιον,
κτήνη ἀπεικάζει, χερουβικὴν παράστασιν,
Ποιμένες θαυμάζουσι·
Μάγοι δῶρα προσφέρουσιν.
Ἄγγελοι ἀνυμνοῦντες λέγουσι·
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη·
ἐν ἀνθρώποις γὰρ εὐδόκησεν ἀναλλοιώτως
ὁ Ἐμμανουήλ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου