Τρίτη 9 Μαρτίου 2010

Μάρτυρες τεσσαράκοντα, τὰ ἄνθη τὰ πνέοντα, τήν εὐωδίαν τῆς ὄντως, πνευματικῆς διαδόσεως, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος

Φέροντες τὰ παρόντα γενναίως,
χαίροντες τοῖς ἐλπιζομένοις,
πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες·
Μὴ γὰρ ἱμάτιον ἀποδυόμεθα;
ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα.
Δριμὺς ὁ χειμών,
ἀλλὰ γλυκὺς ὁ Παράδεισος,
ἀλγεινὴ ἡ πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις.
Μὴ οὖν ἐκκλίνωμεν, ὦ συστρατιῶται·
μικρὸν ὑπομείνωμεν,
ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα,
παρὰ Χριστοῦ τοῦ Θεοῦ,
καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου