Πέμπτη 7 Ιανουαρίου 2010

Πανεύφημε Πρόδρομε Χριστοῦ, Βαπτιστὰ θεόληπτε σὲ εὐσεβῶς μακαρίζοντες

Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων,
προῆλθες Βαπτιστά,
ἐξ αὐτῶν τῶν σπαργάνων τὴν ἔρημον οἰκήσας,
σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης·
ὂν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο,
καὶ αἰνιγματωδῶς προεκήρυξαν,
τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης·
φωνῆς τε ἀκήκοας,
Πατρικῆς οὐρανόθεν,
μαρτυρούσης αὐτοῦ τὴν Υἱότητα·
καὶ τὸ Πνεῦμα εἶδες περιστερᾶς ἐν εἴδει,
τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον.
Ἀλλ' ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε,
μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν,
τῶν πιστῶς σου τελούντων τὰ μνημόσυνα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου