Κυριακή 3 Ιανουαρίου 2010

Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται


Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων,
προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου,
οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης,
οἱ ἀσώματοί σου Ἄγγελοι,
οὐκ ᾔσθοντο πότε ἀνέστης,
οἱ φυλάσσοντές σε στρατιῶται·
ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι,
πεφανέρωται δὲ τὰ θαύματα,
τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον·
ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν,
καὶ τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου