Πέμπτη 25 Μαρτίου 2010

Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ· τέξῃ Υἱόν, τὸν πρὸ αἰώνων ἐκ Πατρός, ὃς σώσει τὸν λαὸν αὐτοῦ, ἐκ τῶν πταισμάτων αὐτῶν

Ἀπεστάλη ἐξ οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος,
εὐαγγελίσασθαι τῇ Παρθένῳ τὴν σύλληψιν·
καὶ ἐλθὼν εἰς Ναζαρέτ,
ἑλογίζετο ἐν ἑαυτῷ, τῷ θαῦμα ἐκπληττόμενος·
ὅτι, Πῶς ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὤν,
ἐκ παρθένου τίκτεται!
ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν,
ἐν μήτρᾳ χωρεῖται γυναικός!
ᾧ τὰ Ἑξαπτέρυγα καὶ Πολυόμματα ἀτενίσαι οὐ δύνανται,
λόγῳ μόνῳ ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε,
Θεοῦ ἐστι Λόγος ὁ παρών.
Τὶ οὖν ἵσταμαι, καὶ οὐ λέγω τῇ Κόρῃ;
Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ,
χαῖρε ἁγνὴ Παρθένε, χαῖρε Νύμφη ἀνύμφευτε,
χαῖρε Μήτηρ τῆς ζωῆς,
εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου