Δευτέρα 9 Νοεμβρίου 2009

Ὡς ἱερὸς ὁ βίος σου, καὶ τῷ Θεῷ εὐάρεστος, θεοφόρε Νεκτάριε, ὡς ξένα σου τὰ θαύματα, ἃ καθ' ἑκάστην τελεῖς, τῇ δεδομένῃ σοι χάριτι!



Ὀρθοδοξίας τὸν ἀστέρα τὸν νεόφωτον, καὶ Ἐκκλησίας τὸ νεόδμητον προτείχισμα Ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνῃ.
Δοξασθεὶς γὰρ ἐνεργείᾳ τῇ τοῦ Πνεύματος.
Ἰαμάτων ἀναβλύζει χάριν ἄφθονον τοῖς κραυγάζουσι·
χαίροις Πάτερ Νεκτάριε.


Ἄνθρωπος οὐρανόφρων, ἀνεδείχθης ἐν κόσμῳ, Νεκτάριε Χριστοῦ Ἱεράρχα· ζωὴν γὰρ ὁσίαν διελθών, ἀκέραιος ὅσιος καὶ θεόληπτος, ἐν πᾶσιν ἐχρημάτισας· ἐντεῦθεν παρ' ἡμῶν ἀκούεις.

Χαῖρε δι' οὗ οἱ πιστοὶ ὑψοῦνται,

χαῖρε δι' οὗ ἐχθροὶ θαμβοῦνται.

Χαῖρε τῶν Ὁσίων Πατέρων ἐφάμιλλος,

χαῖρε Ὀρθοδόξων ὁ θεῖος διδάσκαλος.

Χαῖρε οἶκος ἁγιώτατος ἐνεργείας θεϊκῆς,

χαῖρε βίβλος θεοτύπωτος πολιτείας τῆς καινῆς.

Χαῖρε ὅτι ἀρτίως ἡμιλλήθης Ἁγίοις,

χαῖρε ὅτι ἐμφρόνως ἐχωρίσθης τῆς ὕλης.

Χαῖρε λαμπρὸν τῆς Πίστεως τρόπαιον,

χαῖρε σεπτὸν τῆς χάριτος ὄργανον.

Χαῖρε δι' οὗ Ἐκκλησία χορεύει,

χαῖρε δι' οὗ νῆσος Αἴγινα χαίρει.

Χαίροις Πάτερ Νεκτάριε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου