Σάββατο 6 Φεβρουαρίου 2010

Τῇ αὐτῇ ἡμέρᾳ μνείαν ποιεῖσθαι τῶν ἀπ᾿ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου οἱ θειότατοι Πατέρες ἐθέσπισαν


Ἀμνημόνησον πταισμάτων νεκροῖς, Λόγε,
τὰ Χρηστὰ νεκρὰ σπλάγχνα σου μὴ δεικνύων».

Ἐπειδὴ τίνες ἄωρον πολλάκις ἐπὶ ξένης ὑπέστησαν θάνατον
ἐν θαλάσσῃ τε καὶ ἀβάτοις ὄρεσι, κρημνοῖς τε καὶ χάσμασι,
καὶ λοιμοῖς, καὶ λιμοῖς, καὶ πολέμοις καὶ ἐμπρησμοῖς, καὶ κρυμοῖς,
καὶ ἄλλους παντοίους θανάτους ὑπομεμενηκότες,
ἴσως καὶ πένητες ὄντες καὶ ἄποροι καὶ τῶν νενομισμένων ψαλμωδιῶν καὶ μνημοσύνων οὐκ ἔτυχον,

φιλανθρώπως οἱ θεῖοι Πατέρες κινούμενοι κοινῶς τούτων μνείαν ἁπάντων τὴν καθολικὴν Ἐκκλησίαν ποιεῖσθαι ἐθέσπισαν,

ἀπὸ τῶν Ἱερῶν Ἀποστόλων διαδεξάμενοι,

ἵνα καὶ οἱ τῶν νενομισμένων ἀνὰ μέρος διά τινος συμβάντος μὴ τετυχηκότες, τῇ νῦν κοινῇ μνείᾳ κἀκεῖνοι περιλαμβάνοιντο δεικνύντες ὡς καὶ τὰ ὑπὲρ αὐτῶν γινόμενα μεγάλην αὐτοῖς προξενεῖ τὴν ὠφέλειαν.

Καθ᾿ ἕνα μὲν οὖν τρόπον οὕτως ἡ του Θεοῦ Ἐκκλησία μνείαν ἐπιτελεῖ τῶν ψυχῶν, δεύτερον δέ, ἐπειδὴ τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν θεῖναι τῇ ἐπαύριον ἔμελλον, ἀρμοζόντως καὶ τῶν ψυχῶν μνημονεύουσιν.

Ὠσανεὶ τὸν φοβερὸν Κριτὴν καὶ ἀπαραλόγιστον ἱλεούμενοι τῇ συνήθει πρὸς αὐτὰς χρήσασθαι συμπαθείᾳ, καὶ τῇ ἐπηγγελμένῃ ταύτας κατατάξαι τρυφῇ.

Ἄλλως τε καὶ τὴν τοῦ Ἀδὰμ ἐξορίαν οἱ ἅγιοι μέλλοντες τῇ ἐσομένῃ ἐκθεῖναι Κυριακή, ὥσπερ τινὰ κατάπαυσιν προσεπινοοῦσι, καὶ τέλος πάντων τῶν καθ᾿ ἡμᾶς διὰ τῆς παρούσης νῦν καταπαύσεως, ἵνα ἐκεῖθεν ὡς ἀπ᾿ ἀρχῆς ἄρξωνται, τὸ γὰρ ὕστατον τῶν παρ᾿ ἡμῖν πάντων, ἡ τῶν βεβιωμένων παρὰ τοῦ ἀδεκάστου Κριτοῦ ἔσται ἐξέτασις, καὶ ἵνα τοὺς ἀνθρώπους διὰ τούτων φοβήσαντες, πρὸς τοὺς τῆς νηστείας ἀγῶνας ποιήσωσιν εὐχερεῖς.

Ἐν Σαββάτῳ δὲ τὴν τῶν ψυχῶν μνείαν ποιούμεθα, ὅτι τὸ Σάββατον κατάπαυσιν σημαίνει Ἑβραιστὶ καὶ τῶν τεθνεώτων τοίνυν, ὡς τῶν βιωτικῶν καὶ τῶν λοιπῶν ἁπάντων καταπαυσαμένων, κἂν τῇ καταπαυσίμῳ τῶν ἡμερῶν τὰς ὑπὲρ αὐτῶν δεήσεις ποιούμεθα,
ὃ δὴ καὶ ἐπὶ πᾶν κεκράτηκε γίνεσθαι Σάββατον.

Τὸ δέ γε νῦν καθολικῶς μνημονεύομεν ὑπὲρ παντὸς δεόμενοι εὐσεβοῦς, εἰδότες καὶ γὰρ οἱ Θεῖοι Πατέρες, ὡς τὰ ὑπὲρ τῶν κεκοιμημένων γινόμενα Μνημόσυνα, λέγω ἐλεημοσύναι καὶ λειτουργίαι, καὶ ἰδίως καὶ κοινὴ τὴν Ἐκκλησίαν τοῦτο ποιεῖν ἐπιτρέπουσι, παρὰ τῶν Ἁγίων Ἀποστόλων τοῦτο παραλαβόντες, ὡς εἴρηται, καθ᾿ ἃ καὶ ὁ Ἀρεοπαγίτης φησὶ Διονύσιος».

Ἐν τῷ Η´. Βιβλίῳ τῶν Ἀποστολικῶν διαταγῶν ἐν κεφαλαίῳ μα´ ὑπάρχει προσφώνησις ὑπὲρ τῶν κεκοιμημένων ἔχουσα ὧδε:

"Ὑπὲρ τοῦ ἀναπαυσαμένου ἐν Χριστῷ ἀδελφοῦ ἡμῶν δεηθῶμεν, ὅπως ὁ φιλάνθρωπος Θεός, ὁ προσδεξάμενος αὐτοῦ τὴν ψυχήν, παρίδῃ αὐτῷ πᾶν ἁμάρτημα ἑκούσιον τε καὶ ἀκούσιον, καὶ ἵλεως καὶ εὐμενὴς γενόμενος, κατατάξῃ εἰς χώραν εὐσεβῶν ἀνειμένων εἰς κόλπον Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακὼβ μετὰ πάντων τῶν ἀπ᾿ αἰώνως εὐαρεστησάντων καὶ ποιησάντων τὸ θέλημα αὐτοῦ. Ὅθεν ἀπέδρα ὀδύνη λύπη καὶ στεναγμός".

Καὶ αὖθις:

"Αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὸν δοῦλον σου τὸν δέ, ὃν ἐξελέξω καὶ προσελάβου εἰς ἑτέραν λῆξιν καὶ συγχώρησον αὐτῷ εἰ τὶ ἑκὼν ἢ ἄκων ἐξήμαρτε καὶ Ἀγγέλους εὐμενεῖς παράστησον αὐτῷ καὶ κατάταξον αὐτὸν ἐν τῷ κόλπῳ τῶν Πατριαρχῶν καὶ τῶν Προφητῶν καὶ τῶν Ἀποστόλων, καὶ πάντων τῶν ἀπ᾿ αἰώνως σοι εὐαρεστησάντων, ὅπου οὐκ ἑνὶ ὀδύνη, λύπη καὶ στεναγμός, ἀλλὰ χορὸς εὐσεβῶν ἀνειμένος καὶ γῆ εὐθεῖα συνανειμένη καὶ τῶν ἐν αὐτῇ ὁρώντων τὴν δόξαν Χριστοῦ κτλ."

Ἐν δὲ τῷ μβ´ Κεφ. ὑπάρχει διάταξις περὶ τοῦ πῶς δεῖ καὶ πότε γίνεσθαι τὰς τῶν κοιμηθέντων πιστῶν μνείας, καὶ ὅτι ἐκ τῶν ὑπαρχώντων αὐτοῖς δεῖ παρέχεσθαι πένησι, ἔχουσα ὧδε:

"Ἐπιτελείσθω δὲ τρίτα τῶν κεκοιμημένων ἐν ψαλμοῖς καὶ ἀναγνώσεσι καὶ προσευχαῖς διὰ τὸν διὰ τριῶν ἡμερῶν ἐγερθέντα, καὶ ἔνατα εἰς ὑπόμνησιν τῶν περιόντων καὶ τῶν κεκοιμημένων, καὶ τεσσαράκοντα κατὰ τὸν παλαιὸν τύπον. Μωσὴν γὰρ οὕτως ὁ λαὸς ἐπένθησε, καὶ ἐνιαύσια ὑπὲρ μνείας αὐτοῦ, καὶ διδόσθω ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πένησιν εἰς ἀνάμνησιν αὐτοῦ".

Ἐν δὲ μγ´. κεφαλ. λέγονται τὰ ἑξῆς περὶ τῶν ἐν εὐσεβείᾳ τελευτησάντων, ὅτι τοὺς ἀσεβεῖς τελευτῶντας οὐδὲν ὠφελοῦσι μνεῖαι ἢ ἐντολαί.

"Ταῦτα δὲ περὶ εὐσεβῶν λέγομεν, περὶ γὰρ ἀσεβῶν, ἐὰν τὰ τοῦ κόσμου δῷς πένησιν οὐδὲν ὀνήσεις αὐτόν, ᾧ γὰρ περιόντι ἐχθρὸν ἢν τὸ θεῖον, δῆλον ὅτι καὶ μεταστάντι, οὐ γάρ ἐστιν ἀδικία παρ᾿ αὐτῷ, δίκαιος γὰρ ὁ Κύριος καὶ δικαιοσύνας ἠγάπησε καὶ ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ".

Ἐν τῷ συγγράμματι τοῦ Ἀθανασίου τοῦ Παρίου ἀναγιγνώσκομεν τὰ ἑξῆς:

"Οὐκ οἶμαι θαυμαστὸν εἶναι, ὅπερ ὁ νομομαθὴς καὶ προφητοδίδακτος Ἰούδας ὁ Μακκαβαῖος περὶ ἀθανασίας τῆς ψυχῆς καλῶς ἐφρόνει.

Τὸ θαυμαστὸν δήπου ἐκεῖνό ἐστιν, ὅτι ἅπαντα σχεδὸν τὰ ἔθνη πεπεισμένα ἐστίν, ὅτι παρὰ ταύτην καὶ ἄλλη τίς ἐστι ζωὴ τέλος μὴ ἔχουσα.

Καὶ τὶς τῶν πάλαι σοφῶν, ὅτι μεγίστην ἔχει δύναμιν ἔφασκε παρ᾿ ἡμῖν, περὶ τῆς τῶν ψυχῶν ἀθανασίας ἡ ὁμοφωνία τῶν ἀνθρώπων ἐκείνων, ὅτι τινὲς ἢ φοβοῦνται ἢ τιμῶσι τοὺς καταχθονίους.

Μαρτυρεῖ δὲ καὶ ὁ Μακρόβιος, ἀκριβὴς ἀνιχνευτὴς τῆς ἀρχαίας σοφίας, ὅτι κοινὴ ἢν γνώμη τὴν ψυχὴν οὐχ ἧττον ἀθάνατον εἶναι ἢ ἀσώματον.

Ἐν ὅλη τῇ Ἀμερικῇ τῇ τε πρὸς Βορρᾶν, τῇ τε πρὸς Νότον ἡ ἰδέα μιᾶς ἄλλης ζωῆς πῇ μὲν μᾶλλον, πῇ δ᾿ ἧττον καθαρά, τὸ θεμέλιόν ἐστι τῆς ἑαυτῶν θρησκείας, τοῦτ᾿ αὐτὸ εἰρήσθω καὶ περὶ πάντων τῶν τῆς Ἀφρικῆς ἀγρίων λαῶν, τῶν τῆς Σιβηρίας, τῶν Σαμοϊέδων, τῶν Σκυθῶν.

Ἅπαντα τὰ βάρβαρα ταῦτα ἔθνη τοὺς ἑαυτῶν νεκροὺς ἐνταφιάζουσι μετὰ παρασκευῶν τοιούτων, αἳ τὸ χρήσιμον ἑαυτῶν
εἰς ἑτέρων βίον ἐπιδεικνύονται, καὶ ὑπὲρ αὐτῶν ἐτησίως δέονται".


Τας των προαναπαυσαμένων ψυχάς κατάταξον,
Δέσποτα Χριστέ, έν ταις των Δικαίων σου σκηναίς και ελέησον ημάς,
ώς μόνος αθάνατος.Αμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου