Σάββατο 6 Φεβρουαρίου 2010

Τῶν ἀπ' αἰῶνος σήμερον νεκρῶν, ἁπάντων κατ' ὄνομα, μετὰ πίστεως ζησάντων εὐσεβῶς, μνήμην τελοῦντες οἱ πιστοί, τὸν Σωτῆρα καὶ Κύριον, ἀνυμνήσωμεν

Δεῦτε πρὸ τέλους πάντες Ἀδελφοί,
τὸν χοῦν ἡμῶν βλέποντες,
καὶ τῆς φύσεως ἡμῶν τὸ ἀσθενές,
καὶ τὴν εὐτέλειαν ἡμῶν,
καὶ τὸ τέλος ὀψώμεθα,
καὶ τὰ ὄργανα τοῦ σκεύους τῆς σαρκός,
καὶ ὅτι κόνις ὁ ἄνθρωπος,
βρῶμα σκωλήκων καὶ φθορά·
ὅτι ξηρὰ τὰ ὀστᾶ ἡμῶν, ὅλως μὴ ἔχοντα πνοήν·
τοὺς τάφους κατίδωμεν,
ποῦ ἡ δόξα; ποῦ τὸ κάλλος τῆς μορφῆς;
ποῦ ἡ εὔλαλος γλῶσσα; ποῦ ἡ ὀφρύς;
ἢ ποῦ ὁ ὀφθαλμός;
πάντα κόνις καὶ σκιά·
διὸ φεῖσαι Σωτὴρ πάντων ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου