Παρασκευή 5 Μαρτίου 2010

Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί, χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὐ σκέπονται πολλοί

Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν

ἐπὶ σοί, Θεοτόκε;

ἀποροῦσι γὰρ λέγειν τὸ πὼς καὶ Παρθένος μένεις

καὶ τεκεῖν ἴσχυσας;

ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν:

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,

χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.

Χαῖρε, φιλοσόφρους ἀσόφους δεικνύουσα;

χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.

Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοῖ συζητηταὶ;

χαῖρε, ὅτι ἐμαράνθησαν οἱ των μύθων ποιηταί.

Χαῖρε, των Ἀθηναίων τὰς πλοκὰς διασπῶσα;

χαῖρε, των ἀλιέων τὰς σαγῆνας πληροῦσα.

Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα;

χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.

Χαῖρε, ὁλκάς των θελόντων σωθῆναι;

χαῖρε, λιμήν του βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου