Παρασκευή 2 Απριλίου 2010

"Σήμερον ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν σταυρῷ, καὶ ἡμεῖς ἑορτὴν ἄγομεν, ἵνα μάθῃς ὅτι ὁ σταυρὸς ἑορτὴ καὶ πανήγυρις πνευματική..."



Σήμερον ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν σταυρῷ,
καὶ ἡμεῖς ἑορτὴν ἄγομεν,
ἵνα μάθῃς ὅτι ὁ σταυρὸς ἑορτὴ καὶ πανήγυρις πνευματική.

Πρότερον μὲν γὰρ ὁ σταυρὸς ὄνομα καταδίκης ἦν,
νυνὶ δὲ πρᾶγμα τιμῆς γέγονε·
πρότερον σύμβολον κατακρίσεως,
νυνὶ δὲ ὑπόθεσις σωτηρίας.

Οὗτος γὰρ μυρίων ἡμῖν ἀγαθῶν αἴτιος γέγονεν,
οὗτος ἡμᾶς τῆς πλάνης ἀπήλλαξεν,
οὗτος ἐν σκότει καθημένους ἐφώτισεν;
οὗτος ἐκπεπολεμωμένους ἡμᾶς τῷ Θεῷ κατήλλαξεν,
ἀπηλλοτριωμένους ᾠκείωσε, μακρὰν ὄντας ἐγγὺς εἶναι ἐποίησεν·
οὗτος ἔχθρας ἀναίρεσις,
οὗτος εἰρήνης ἀσφάλεια,
μυρίων ἡμῖν ἀγαθῶν θησαυρὸς γέγονε.

∆ιὰ τοῦτον οὐκέτι πλανώμεθα ἐν ἐρημίαις·
τὴν γὰρ ἀληθινὴν ὁδὸν ἐπέγνωμεν·
οὐκέτι τῶν βασιλείων ἔξω διάγομεν·
τὴν γὰρ θύραν εὕραμεν·
οὐ φοβούμεθα τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου·
τὴν γὰρ πηγὴν εἴδομεν.

∆ιὰ τοῦτον οὐκέτι ἐσμὲν ἐν χηρείᾳ·
τὸν γὰρ νυμφίον ἀπειλήφαμεν·
οὐ δεδοίκαμεν τὸν λύκον·
τὸν γὰρ ποιμένα τὸν καλὸν ἔχομεν·

Ἐγὼ γάρ εἰμι, φησὶν,ὁ ποιμὴν ὁ καλός.

∆ιὰ τοῦτον οὐ φρίττομεν τὸν τύραννον·
προσεδρεύομεν γὰρ τῷ βασιλεῖ·
καὶ διὰ ταῦτα ἑορτὴν ἄγομεν,
σταυροῦ μνήμην τελοῦντες.



Αγίου Ιωάννου Χρυσοστόμου
"Εἰς τὸν Σταυρὸν καὶ εἰς τὸν Λῃστὴν"

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου