Τετάρτη 17 Φεβρουαρίου 2010

Χρυσόστομος:"Ορών την μετά προθυμίας καθ΄εκάστην ημέραν ενταύθα συνέλευσιν, μεγάλην καρπούμαι την ηδονήν και ού παύομαι δοξάζων τον φιλάνθρωπον Θεόν"


Nηστεύσωμεν, ἀγαπητοὶ,
ἵνα τῶν πνευματικῶν ἐπιτύχωμεν δωρημάτων.

Νηστεύων παιδαγωγεῖ καὶ τὴν ψυχὴν πρὸς εὐσέβειαν,
εἰκόνα λαμβάνων τῆς σωματικῆς ἐγκρατείας τὴν κατὰ ψυχὴν ἐπιμέλειαν,
ἵνα ὥσπερ ἀπέχει τῶν ἔξωθεν ἐπεισερχομένων βρωμάτων,
οὕτω καὶ τῶν ἐν τῇ διανοίᾳ ἐπαναβαινόντων πονηρῶν ἐννοημάτων.

Ἐὰν γὰρ, φησὶ, Πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ,
τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας.

Ὥσπερ νῦν ἀπέχεις βρωμάτων μὴ γευσάμενος,
οὕτως ἀπέχου ἁμαρτημάτων ἀλλασσόμενος.

Νηστεύεις οἴνου μὴ ἀντιλαμβανόμενος;
νήστευε καὶ πονηρίας ἀπεχόμενος·
οἶδε γὰρ ἡ κακία μείζονα μέθην τῇ ψυχῇ κατεργάζεσθαι.

Νηστεύεις κρεῶν μὴ ἁπτόμενος;
νήστευε καὶ καταλαλιᾶς ἀπεχόμενος, ἵνα μὴ δι' αὐτῆς κρέα φάγῃς
τῶν ἀδελφῶν, τῶν σαρκῶν αὑτοῦ ἀπογευόμενος.

Νηστεία γὰρ ἀληθινὴ, ἀποχὴ τῶν ἁμαρτημάτων.

Ἄκουε τοῦ Προφήτου λέγοντος·
Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην,
οὐδὲ ἡμέραν ἄνθρωπον ταπεινοῦν τὴν ψυχὴν αὑτοῦ.

Ἀλλὰ τί;
Λύε, φησὶ, πάντα σύνδεσμον ἀδικίας,
διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων,
διάθρυπτε πεινῶντι τὸν ἄρτον σου,
ἄστεγον εἰσάγαγε εἰς τὸν οἶκόν σου·
ἐὰν ἴδῃς γυμνὸν, περίβαλε.

Αὕτη, ἀγαπητοὶ, ἀληθινὴ νηστεία, ἡ τῷ Θεῷ προσδεκτὴ,
καὶ ἀνθρώπῳ σωτηριώδης, καὶ πᾶσιν ἀρεστή.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου