Τρίτη 16 Φεβρουαρίου 2010

Κύριε, σὺ ἀξίωσον ἡμᾶς, ἐν κατανύξει πάντας, εἰλικρινῶς περαιώσασθαι, εἰρηνεύοντας τοῦ Σταυροῦ τῇ Ἰσχύϊ, μόνε Φιλάνθρωπε


Νηστείαν, οὐκ ἀποχὴν βρωμάτων μόνον τελέσωμεν,
ἀλλὰ παντὸς ὑλικοῦ πάθους ἀλλοτρίωσιν,
ἵνα τὴν καθ' ἡμῶν τυραννοῦσαν, σάρκα δουλώσαντες,
ἄξιοι γενώμεθα τῆς τοῦ Ἀμνοῦ μεταλήψεως,
τοῦ ὑπὲρ τοῦ κόσμου σφαγέντος ἑκουσίως Υἱοῦ τοῦ Θεοῦ,
καὶ πνευματικῶς ἑορτάσωμεν,
τὴν ἐκ νεκρῶν τοῦ Σωτῆρος Ἀνάστασιν,
εἰς ὕψος ἀρθέντες, ἀρετῶν ἐν φαιδρότητι,
καὶ τῇ τρυφῇ τῶν ἀρίστων ἔργων,
εὐφραίνοντες τὸν Φιλάνθρωπον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου