Κυριακή 14 Φεβρουαρίου 2010

Άγιος Ιωάννης Χρυσόστομος:"Τίς νηστείαν ἀσπασάμενος οὐκ ἐδοξάσθη; τίς ταύτην φυλάξας οὐκ ἐμεγαλύνθη;"


Σαλπίσωμεν ἐν νεομηνίᾳ σάλπιγγι,
ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν.

Νηστεία παρήχθη ἡ τῶν ἀποστόλων φίλη,

νηστεία παρήχθη ἡ τῶν μαρτύρων καλλονή·

νηστεία παρήχθη ἡ τῶν μοναζόντων σύντροφος·

νηστεία παρήχθη,
ἣν καὶ αὐτὸς ὁ Κύριος ἐν σαρκὶ περιὼν ἐφύλαξεν
αὐτῆς τοὺς ὅρους.

Καὶ εἰ θέλεις, ἀγαπητὲ, ἄκουε αὐτῆς τὰς ἀριστείας.

Νηστείαν Ἀδὰμ μὴ φυλάξας,
ἐξόριστος γέγονε τοῦ παραδείσου,
καὶ γῆν ἀκανθηφόρον ἐργάζεσθαι ἐκελεύσθη.

Νηστείαν μὴ φυλάξαντες οἱ ἐπὶ τοῦ Νῶε ἄνθρωποι,
τῆς θεϊκῆς ἀγανακτήσεως ἐν πείρᾳ γεγόνασι,
καὶ κατακλυσμοῦ παγκοσμίου δίκην ὑπέστησαν.

Νηστείαν Νῶε πρὸς ὀλίγον καταλελοιπὼς,
θρίαμβος καὶ γυμνὸς τοῖς υἱοῖς αὐτοῦ προέκειτο.

Νηστείαν μὴ φυλάξας Ἡσαῦ τῶν πρωτοτοκίων τὴν τιμὴν ἀπώλεσε,
καὶ τῆς πατρικῆς εὐχῆς ἀλλότριος ἐγένετο.

Νηστείαν μὴ φυλάξαντες οἱ υἱοὶ Ἰσραὴλ,
τῆς ἐπουρανίου τρυφῆς καὶ τῆς χάριτος τῆς θεϊκῆς ἐξέπεσον.

Ἔμαθες τοὺς μὴ τιμήσαντας αὐτὴν οἷα ἔπαθον·
γνώρισον καὶ τοὺς φυλάξαντας αὐτὴν,
οἵας τιμῆς καὶ χάριτος ἐγένοντο ἄξιοι.

Νηστείαν καρπωσάμενος Μωϋσῆς νόμον ἐδέξατο,
καὶ δημαγωγὸς τοῦ Ἰσραὴλ ἄξιος ἀνεδείχθη.

Νηστείαν καρπωσάμενος Ἠλιοὺ δι' ἅρματος πυρίνου εἰς οὐρανὸν ἀνήχθη,
δι' οὗ καὶ ἡ πάντιμος μηλωτὴ ὑπὲρ βασιλικὴν πορφυρίδα
τιμιωτέρα ἀνεδείχθη.

Νηστείαν ἐν λάκκῳ Δανιὴλ κτησάμενος,
τὰ ἄγρια θηρία φιμώσας, ἀλώβητος τῆς τούτων βορᾶς γέγονε.

Νηστείαν οἱ τρεῖς παῖδες ἀγκαλισάμενοι,
τὴν κάμινον τὴν ἐξαφθεῖσαν ἑπταπλασίως κατέσβησαν,
καὶ τὸ πῦρ ἐποίησαν ὡς πνεῦμα δρόσου διασυρίζον.

Νηστείαν ἀσπασάμενος Ἰωάννης, μείζων ἐν προφήταις ἀνηγορεύθη,
καὶ τὸν Κύριον τῆς δόξης κατηξιώθη βαπτίσαι ἐν τῷ Ἰορδάνῃ.

Καὶ τί προφήτας καὶ δικαίους εἰς μέσον παρεισάγω;

Νηστείαν καὶ ὁ Χριστὸς ἀσπασάμενος, τὸν ἐχθρὸν κατέβαλε,
καὶ ἡμᾶς θεωρητὰς αὐτοῦ γενέσθαι κατηξίωσε.

Διὸ ταύτην ὑποδεξώμεθα,
τὸ τίμιον δῶρον,
τὸ ἅγιον κειμήλιον,
τὸ τῆς ἀληθείας ἴνδαλμα,
τῆς εὐσεβείας τὸ κεφάλαιον,
τὸν τῆς πνευματικῆς διδασκαλίας συνήγορον,
τῶν παθῶν τὴν νέκρωσιν,
τῆς ἁμαρτίας τὴν ἀναίρεσιν,
τῆς κακίας τὸν ἀντίπαλον,
τῆς παρθενίας τὴν ὁμόδοξον,
τῶν δαιμόνων τὴν ἀφανίστριαν,
τοῦ διαβόλου τὴν ἀποτίμησιν,
τῶν εἰδώλων τὴν καθαίρεσιν,
τῶν Ἐκκλησιῶν τὴν εὐπρέπειαν,
τῶν βασιλέων τὸ κράτος,
τῶν ἱερέων τὸ ἐγκαλλώπισμα,
τῶν ἀνδρῶν τὴν φρόνησιν,
τῶν γυναικῶν τὴν σωφροσύνην,
τῶν νηπίων τὴν παιδαγωγίαν,
τῶν δούλων τὴν ἀνάῤῥυσιν,
τῶν πτωχῶν τὴν παραμυθίαν.

Τίς νηστείαν ἀσπασάμενος οὐκ ἐδοξάσθη;

τίς ταύτην φυλάξας οὐκ ἐμεγαλύνθη;

τίς τοὺς θεσμοὺς αὐτῆς συντηρήσας οὐκ ἐμακαρίσθη;

τίς κτησάμενος ταύτην οὐκ ἐνίκησε πειρασμούς;

τίς ἀκούσας ταύτης τὰς ὑποσχέσεις οὐχὶ παρὰ ἀνθρώποις ἐτιμήθη μόνον,
ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ ὀργῆς καὶ ἀγανακτήσεως ἐξηρπάγη;


απόσπασμα λόγου
του εν Αγίοις Πατρός ημών Ιωάννου του Χρυσοστόμου
εις την "Αρχήν της Αγίας και Μεγάλης Τεσσαρακοστής"

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου