Γνωρίσας ἐπὶ Σταυροῦ, Υἱὸν Θεοῦ τὸν ἀληθῆ Κύριον, ὑπὲρ ἡμῶν πάσχοντα, τούτῳ ὁλοψύχως ἐπίστευσας, Λογγίνε μακάριε
" Ἐν τῷ Σταυρῷ παρεστηκώς,
καὶ τὰ γενόμενα σκοπῶν,
τὸν σταυρωθέντα ἐπὶ ξύλου, Θεὸν καὶ ἄνθρωπον ἑωρακώς,
ἐβόας πρὸς αὐτόν·
Ἐν τῇ βασιλείᾳ σου μνήσθητί μου Κύριε.
Διὸ καὶ ὁ Σωτὴρ ἐφώνει σοι·
Μακάριος εἶ Λογγῖνε,
καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν".
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου