Σάββατο 5 Σεπτεμβρίου 2009

" Ὁ Θεὸς ὧδε καὶ πάντη Θεός".


" Έλεγεν ὁ ἀββᾶς Δουλᾶς ὁ μαθητὴς τοῦ ἀββᾶ Βισαρίωνος͵ ὅτι Ὁδευόντων ἡμῶν ποτε εἰς ὄχθαν τῆς θαλάσσης͵ ἐδίψησα καὶ εἶπον τῷ ἀββᾷ Βισαρίωνι· Ἀββᾶ͵ διψῶ πάνυ. Καὶ ποιήσας εὐχὴν ὁ γέρων͵ λέγει μοι· Πίε ἐκ τῆς θαλάσσης. Καὶ ἐγλυκάνθη τὸ ὕδωρ͵ καὶ ἔπιον. Ἐγὼ δὲ ἤντλησα εἰς τὸ ἀγγεῖον͵ μήποτε παρ΄ ἐκεῖ διψήσω. Καὶ ἰδὼν ὁ γέρων͵ λέγει μοι· Διατί ἤντλησας; Λέγω αὐτῷ· Συγχώρησόν μοι͵ μή ποτε παρ΄ ἐκεῖ διψήσω. Καὶ εἶπεν ὁ γέρων· Ὁ Θεὸς ὧδε καὶ πάντη Θεός".

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου