Τετάρτη 2 Σεπτεμβρίου 2009

Ιερά μνήμη Αγίου Μάμαντος

"Τὸν ἐν πάσῃ τῇ γῇ περιβόητον Μάρτυρα, καὶ ἐν τοῖς οὐρανοῖς σὺν Ἀγγέλοις χορεύοντα, ὑμνήσωμεν Μάμαντα, τὸν πρὶν τὰς ἐλάφους ἐν ταῖς ἐρήμοις καινῶς ἀμέλγοντα, καὶ νῦν περιούσιον λαὸν Κυρίου, ῥάβδῳ δυνάμεως, ὡς ποιμένα καλῶς περιέποντα, καὶ ὁδηγοῦντα εἰς τόπον χλόης, ἔνθα ὑπάρχει ἀληθῶς τοῦ Παραδείσου ἡ τρυφή. Ὅθεν πάντες οἱ ἐν κινδύνοις, προστάτην Μάμα, θερμὸν σε κεκτήμεθα".


" Ὡς ἔχων παρρησίαν πρὸς τὸν Θεόν, τῶν τὴν θείαν σου ταύτην πανήγυριν, περιχαρῶς, Μάρτυς ἐκτελούντων καὶ τὴν σεπτήν, καὶ ἱεράν σου ἄθλησιν, πίστει εὐφημούντων εἰλικρινεῖ, μνημόνευε παμμάκαρ, καὶ ζάλης καὶ κινδύνων, καὶ πειρασμοῦ ἡμᾶς διάσωσον".


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου