Τετάρτη 9 Δεκεμβρίου 2009

Εορτάζει σήμερον, η οικουμένη, τήν τής Άννης σύλληψιν, γεγενημένην έν Θεώ· και γάρ αυτή απεκύησε, τόν υπέρ λόγον, τόν Λόγον κυήσασαν


Ζεῦγος καρπογονεῖ τὸ σεπτόν,
τὴν θείαν Δάμαλιν,
ἐξ ἧς προελεύσεται,
ὁ Μόσχος ἀρρήτῳ λόγῳ, ὁ σιτευτὸς ἀληθῶς,
ὑπὲρ ὅλου κόσμου προθυόμενος·
διὸ γεγηθότες,
ἐξομολόγησιν ἄπαυστον,
ἐν κατανύξει, τῷ Κυρίῳ προσάγουσι,
καὶ τὴν σύμπασαν, ἐποφείλουσαν ἔχουσι.
Τούτους οὖν μακαρίσωμεν,
καὶ πίστει χορεύσωμεν,
ἐν τῇ Συλλήψει ἐνθέως,
τῆς ἐξ αὐτῶν τοῦ Θεοῦ ἡμῶν,
Μητρὸς τικτομένης,
δι' ἧς δίδοται πλουσίως,
τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου