"...Σταυρὸς κηρύττεται, καὶ πίστις ἡ εἰς Θεὸν ὁμολογεῖται, καὶ ἀλήθεια εἰς ἅπασαν τὴν οἰκουμένην πολιτεύεται· σταυρὸς κηρύττεται, καὶ μάρτυρες ἀναδείκνυνται, καὶ ἡ εἰς Χριστὸν ὁμολογία κρατύνεται· σταυρὸς κηρύττεται, καὶ ἡ ἀνάστασις ἀναδείκνυται, καὶ ἡ ζωὴ πεφανέρωται, καὶ ἡ τῶν οὐρανῶν βασιλεία καταπιστεύεται, καὶ οἱ ἄπιστοι τῷ σταυρῷ πιστεύουσι, καὶ σωτηρίας τυγχάνουσιν οἱ τὸν σταυρὸν κατὰ τῆς ζωῆς ἐπινοήσαντες. Σταυρὸς τούτων ἁπάντων ἡμῖν πρόξενος γέγονε, καὶ διὰ σταυροῦ ᾄδειν ἐδιδάχθημεν. Τί τοίνυν σταυροῦ τιμιώτερον; τί δὲ τούτου ταῖς ἡμετέραις ψυχαῖς ὠφελιμώτερον; Μὴ οὖν ἐπαισχυνθῶμεν σταυρὸν ὀνομάζοντες, ἀλλὰ μετὰ πάσης παῤῥησίας αὐτὸν ὁμολογήσωμεν, δι᾿ οὗ εἰς σωτηρίαν ἀνεκλήθημεν, καὶ εἰς αἰώνιον ζωὴν παραπεμπόμεθα. Ὁρᾷς πόσην ὁ σταυρὸς οὗτος οἰκονομίαν τῷ κόσμῳ κατειργάσατο; Μετέβαλεν αὐτοῦ τὰ ἄνομα πράγματα, καὶ ἠλλοίωσε τὰ ἄθεα δόγματα, οὐκ ἔτι νόμοις διαβολικοῖς ἐμπολιτεύεται, οὐ θεσμοῖς θανατικοῖς ἀναστρέφεται. Θεὸς γὰρ ἐπεδήμησε, καὶ τῆς οἰστρηλασίας τὰ πάθη ἐξέτεμε, τὰ ἴδια ἐνομοθέτησε, καὶ τὰ συμφέροντα καὶ ἐπωφελῆ ἐδογμάτισε· δόγματα σωφροσύνης ἐθέσπισε, καὶ τὴν ἡδυπάθειαν ἐξέκοψεν· ὅρους ἁγιωσύνης ἐνέθηκε, καὶ νόμον ἁγνείας ἥρμοσε, καὶ ἄνομον πορνείαν ἐκποδὼν ἐποίησε· τοὺς τῆς ἐγκρατείας ἐνομοθέτησε κανόνας, καὶ τὰς τῶν ἡδονῶν ἐπικρατείας ἀνέτρεψε· δόγματι θεϊκῷ τὰ τῶν ἐπιθυμιῶν ὄργανα κατέσπασε, καὶ πᾶσαν τὴν δι᾿ ἡδονῆς ἐντικτομένην ἁμαρτίαν ἐμείωσεν".
(Αγίου Ιωάννου Χρυσοστόμου "Είς την Ύψωσιν του Τιμίου και Ζωοποιού Σταυρού")
(Αγίου Ιωάννου Χρυσοστόμου "Είς την Ύψωσιν του Τιμίου και Ζωοποιού Σταυρού")
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου