Δευτέρα 14 Σεπτεμβρίου 2009

"Θεασώμεθα πόσων ἡμῖν ἀγαθῶν πρόξενος γέγονεν ὁ σταυρὸς τοῦ Χριστοῦ..."


"...Σταυρὸς γὰρ σωτηρία τῆς Ἐκκλησίας, σταυρὸς τὸ καύχημα τῶν εἰς αὐτὸν ἠλπικότων, σταυρὸς ὁ ἀπαλλάξας ἡμᾶς τῶν προλαβόντων κακῶν, καὶ ἀπαρχὴ τῶν ἐπιγενομένων ἡμῖν ἀγαθῶν, σταυρὸς ἡ πρὸς Θεὸν ἐχθρῶν καταλλαγὴ, καὶ ἐπὶ Χριστὸν ἁμαρτωλῶν ἐπιστροφή. Διὰ σταυροῦ γὰρ τῆς ἔχθρας ἐῤῥύσθημεν, καὶ διὰ σταυροῦ τῷ Θεῷ εἰς φιλίαν συνήφθημεν· διὰ σταυροῦ τῆς τοῦ διαβόλου τυραννίδος ἠλευθερώθημεν, καὶ διὰ σταυροῦ τοῦ θανάτου καὶ τῆς ἀπωλείας ἀπηλλάγημεν. Διὰ τοῦτο ὁ λαὸς πρότερον μὲν περὶ σταυροῦ ἀκούων ἐγόγγυζεν, αὖθις δὲ περὶ ἀναστάσεως ἀκούων τὸν γογγυσμὸν εἰς χαρὰν μετέβαλε, καθαρᾷ τῇ φωνῇ τὴν δόξαν προφερόμενος. Σταυρὸς τὴν ἀνθρωπείαν φύσιν εἰς ἀγγελικὴν μετέβαλε τάξιν, πάσης φθαρτῆς πράξεως ἀλλοτρίαν ἀποδείξας, καὶ τῆς ἀφθάρτου ζωῆς ἐνδιαιτᾶσθαι καταξιώσας. Οὐκ ἔτι γὰρ ἀνθρώπους, ἀλλὰ καὶ θεοὺς προσηγόρευσε λέγων· Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Οὐκ ἔτι δούλους, ἀλλὰ φίλους καὶ ἀδελφοὺς ὠνόμασεν, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, λέγων.
Ὁρᾷς πόσην μεταβολὴν ὁ σταυρὸς κατειργάσατο; Ἵνα δὲ μάθῃς ἀκριβέστερον τὴν δύναμιν τοῦ σταυροῦ, κατανόησον τί πρὸ σταυροῦ, καὶ τί μετὰ σταυρὸν, καὶ εὑρήσεις τοῦ σταυροῦ τὴν ἐνέργειαν. Πρὸ σταυροῦ Υἱὸς οὐκ ἦν γινωσκόμενος, σήμερον σταυροῦ κηρυττομένου Υἱὸς ὀνομάζεται, καὶ Πατὴρ δι᾿ Υἱοῦ γνωρίζεται· πρὸ σταυροῦ διάβολος προσεκυνεῖτο, νῦν σταυροῦ κηρυττομένου διάβολος πέπτωκε, καὶ δαίμονες φυγαδεύονται· πρὸ σταυροῦ πορνείαις καὶ ἀσελγείαις ἐσχολάζομεν, νῦν δὲ σταυροῦ κηρυττομένου οὐ μόνον πορνείας ἀπέστημεν, ἀλλὰ καὶ γάμων κατεφρονήσαμεν, παρθενίαν δὲ, ἣν οὐκ ᾔδειμεν, δεξάμενοι, ὡς ἰδίαν φυλάττομεν...".(Αγίου Ιωάννου Χρυσοστόμου "Είς την Ύψωσιν του Τιμίου και Ζωοποιού Σταυρού")

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου