Τρίτη 15 Σεπτεμβρίου 2009

" Ὢ μεγάλης δυνάμεως σταυροῦ..."


"...Οὐκ ἦν σταυρὸς κηρυττόμενος, καὶ διάβολος τοὺς Ἰουδαίους κατὰ τοῦ Χριστοῦ συνήγαγε· σήμερον σταυρὸς κηρύσσεται, καὶ οἱ ἀπόστολοι Ἰουδαίους διὰ τῆς πίστεως προσάγουσιν. Οὐκ ἦν σταυρὸς κηρυττόμενος, καὶ ὑπὸ θανάτου κατειχόμεθα· νῦν σταυρὸς κηρύσσεται, καὶ ὡς μὴ ὄντος θανάτου κατεφρονήσαμεν· τὴν δὲ αἰώνιον ζωὴν ἐποθήσαμεν. Οὐκ ἦν σταυρὸς κηρυττόμενος, καὶ παραδείσου ἀλλότριοι ἦμεν· σταυροῦ δὲ φανέντος παραχρῆμα λῃστὴς παραδείσου ἠξιώθη. Ὢ μεγάλης δυνάμεως σταυροῦ, ὅσην μεταβολὴν τῷ γένει τῶν ἀνθρώπων κατειργάσατο! Ἀπὸ τοσούτου σκότους εἰς φῶς ἀπέραντον μετέστησεν, ἀπὸ θανάτου εἰς ζωὴν αἰώνιον ἀνεκαλέσατο, ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν ἀνεκαίνισεν. Οὐκ ἔτι γὰρ ὀφθαλμοὶ καρδίας ἀπὸ ἀγνοίας ὑπὸ τοῦ σκότους καλύπτονται, ἀλλὰ διὰ σταυροῦ τῷ φωτὶ τῆς γνώσεως καταυγάζονται· οὐκ ἔτι ὦτα κωφῶν ὑπὸ ἀπιστίας κέκλεισται· οἱ κωφοὶ γὰρ ἤκουσαν λόγον Κυρίου, καὶ οἱ τυφλοὶ ἀνέβλεψαν τοῦ ἰδεῖν τὴν δόξαν τοῦ Θεοῦ. Ταῦτα τοῦ σταυροῦ τὰ κατορθώματα, ταῦτα ἡμῖν διὰ σταυροῦ τὰ δωρήματα. Τί γὰρ καλὸν ἡμῖν οὐκ ἀπὸ σταυροῦ δεδώρηται; τί δὲ ἀγαθὸν οὐ διὰ σταυροῦ ἡμῖν κατώρθωται; Διὰ σταυροῦ εὐσεβεῖν ἐδιδάχθημεν, καὶ τῆς θείας φύσεως τὴν δύναμιν ἐπέγνωμεν· διὰ σταυροῦ δικαιοσύνην Θεοῦ παιδευόμεθα, καὶ σωφροσύνης ἀρετὴν μεταδιώκομεν· διὰ σταυροῦ ἀλλήλους γνωρίζομεν, καὶ οἱ μακρὰν ὄντες Χριστῷ συνήφθημεν, καὶ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος ἠξιώθημεν· διὰ σταυροῦ ἀγάπης τὴν δύναμιν ἔγνωμεν, καὶ ὑπὲρ ἀλλήλων ἀποθανεῖν οὐ παραιτούμεθα· διὰ σταυροῦ πάντων τῶν ἐν τῷ κόσμῳ καταπεφρονήκαμεν, καὶ ὡς οὐδὲν αὐτὰ εἶναι ἡγησάμεθα, τῶν μελλόντων ἀγαθῶν ὀρεγόμενοι, καὶ τῶν ἀοράτων ὡς ὁρωμένων ἀντιποιούμενοι...".

(Αγίου Ιωάννου Χρυσοστόμου "Είς την Ύψωσιν του Τιμίου και Ζωοποιού Σταυρού")

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου