"Αδαμάντινε τὴν ψυχήν, πῶς σε κατ' ἀξίαν ἐπαινέσωμεν;
τὴν γὰρ φύσιν ὑπερέβης, χρημάτων καὶ παίδων, καὶ τῆς συμβίου στερούμενος,
τὴν μακαρίαν ἐκείνην, καὶ ἀοίδιμον φωνὴν τοῦ Ἰὼβ ἐξεβόησας,
ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν. Οὕτω καὶ ἐγένετο.
Ἀλλ' ὃν ἠγάπησας Θεόν, καὶ ὃν θερμῶς ἐπεπόθησας, πάλιν σοι τοὺς φιλτάτους ἐδωρήσατο, συναθλητὰς γενέσθαι σοι προμηθευσάμενος,
μεθ' ὧν διὰ ποικίλων βασάνων, τὸ μακάριον τέλος διήνυσας, αὐτοὺς καὶ συμπρεσβευτάς σου λαβόμενος,
καρτερόψυχε Εὐστάθιε,
δυσώπησον λυτρωθῆναι ἡμᾶς, τῶν ἀνομιῶν ἡμῶν".

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου