Σάββατο, 20 Φεβρουαρίου 2010

Τὸν μέγαν ἐν Μάρτυσι, τὸν ἀθλητὴν τὸν ὑπέρλαμπρον, τὸν ὀνομαστότατον, καὶ περιβόητον, τὸν ἐν θαύμασιν, ἀπ ἄκρων γῆς εἰς ἄκρα, μέλψω Θεόδωρον


Ἡ καθαρὰ καὶ πανάμωμος Νηστεία,
ἐπιδημήσασα νῦν πρὸς ἡμᾶς,
μαρτυρικῶν θαυμάτων,
τελετὴν συνεισήγαγε·
διὰ γὰρ νηστείας,
τῶν ψυχικῶν μολυσμῶν,
καὶ ῥύπων ἐκκαθαιρόμεθα,
καὶ διὰ τῶν μαρτυρικῶν σημείων καὶ ἄθλων,
γενναίως κατὰ τῶν παθῶν ἀνδριζόμεθα.
Ὅθεν καὶ τῆς ἱερᾶς ἐγκρατείας
τῇ χάριτι φωτιζόμενοι,
καὶ ταῖς θαυματουργίαις,
Θεοδώρου τοῦ Μάρτυρος,
τῇ πρὸς Χριστὸν στηριζόμεθα πίστει,
αἰτούμενοι αὐτόν,
σωτηρίαν βραβεῦσαι ταῖς ψυχαῖς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου