Πέμπτη, 18 Φεβρουαρίου 2010

Ἀποστόλων, δωδεκὰς ἡ θεία καὶ πάνσεπτος, ἱκέτευε, τὸν Χριστὸν ὑπὲρ ἡμῶν, δεόμεθα διελθεῖν ἡμᾶς εὐτόνως, τὸ τεσσαρακονθήμερον στάδιον


Ἀπόστολοι θεῖοι,
τοῦ Κόσμου θερμότατοι πρεσβευταί,
καὶ τῶν ὀρθοδόξων προασπισταί,
ἔχοντες παρρησίας τὸ κράτος,
πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν,
ὑπὲρ ἡμῶν αἰτήσασθε,
δεόμεθα πανσεβάσμιοι,
ἵνα τῶν Νηστειῶν, τὸν ἀγαθὸν καιρόν,
εὐμαρῶς ποιησώμεθα,
καὶ τῆς ὁμοουσίου Τριάδος,
τὴν χάριν δεξώμεθα.
Μεγαλοκήρυκες ἔνδοξοι,
εὔχεσθε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου