Παρασκευή, 19 Φεβρουαρίου 2010

Χαῖρε γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν


Διὰ σοῦ γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ τὴν ἔχθραν κατέλυσεν,
ὦ ἁγία Παρθένε.

Διὰ σοῦ ἡ οὐράνιος εἰρήνη τῷ κόσμῳ ἐδωρήθη.

Διὰ σοῦ τὰ πέρατα τῆς οἰκουμένης ἐφωτίσθη.

Διὰ σοῦ ἄνθρωποι ἄγγελοι γεγόνασι.

Διὰ σοῦ φίλοι, καὶ δοῦλοι, καὶ τέκνα Θεοῦ ἄνθρωποι ἐκλήθησαν,
καὶ διὰ σοῦ σύνδουλοι ἀγγέλων καὶ συνόμιλοι
ἄνθρωποι ἠξιώθησαν γενέσθαι·

Διὰ σοῦ γνῶσις οὐράνιος, καὶ δοξολογία ἀπὸ γῆς εἰς οὐρανοὺς ἀναπέμπεται.

Διὰ σοῦ παῤῥησίαν ἄνθρωποι ἐν οὐρανῷ πρὸς τὸν Ὕψιστον ἔχουσι.

Διὰ σοῦ σταυρὸς ἔλλαμψε κατὰ πάσης τῆς οἰκουμένης,
ἐν ᾧ τὸ βρέφος σου ἐκρέματο Χριστὸς ὁ Θεὸς ἡμῶν.

Διὰ σοῦ θάνατος πατεῖται, καὶ ᾅδης σκυλεύεται.

Διὰ σοῦ τὰ εἴδωλα πεπτώκασι, καὶ γνῶσις οὐράνιος ἐγήγερται.

Διὰ σοῦ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐγνώκαμεν,
ὃν ἔτεκες, παναγία Παρθένε,
τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν.

απόσπασμα λόγου εγκωμιαστικού
"εις την Αγίαν Θεοτόκον"
του εν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου Κύπρου

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου