Κυριακή 14 Φεβρουαρίου 2010

Ἐκάθισεν Ἀδάμ, ἀπέναντι τοῦ Παραδείσου, καὶ τὴν ἰδίαν γύμνωσιν θρηνῶν ὠδύρετο. Οἴμοι, τὸν ἀπάτῃ πονηρᾷ πεισθέντα καὶ κλαπέντα, καὶ δόξης μακρυνθέντα!


Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν,καὶ καθ' ὁμοίωσιν·

καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης,
καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ,
καὶ τῶν κτηνῶν,
καὶ πάσης τῆς γῆς,
καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.

Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον,
χοῦν λαβὼν ἀπὸ τῆς γῆς.

Καὶ ἵνα μὴ δείξῃ τὸ Πνεῦμα τὸ ἅγιον ἀλλότριον τῆς δημιουργίας,

Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς,
καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.

Εἶδες ἐξαίρετον πλάσμα τῆς τοῦ Θεοῦ δημιουργίας;
εἶδες βασιλέα τῆς κτίσεως καθεστῶτα τὸν Ἀδάμ;
εἶδες τιμὴν ὑπερβάλλουσαν τὸν ἐν τῇ χειρὶ δημιουργηθέντα;

Μάθε αὐτοῦ καὶ τὰ χαρίσματα,
ἃ παρέσχεν αὐτῷ ὁ Θεὸς μετὰ τῆς πλάσεως.

Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς,
καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε·

καὶ ἐξανέτειλεν ἐκ τῆς γῆς ξύλον ὡραῖον εἰς ὅρασιν,
καὶ καλὸν εἰς βρῶσιν,
καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου,
καὶ τὸ ξύλον τοῦ εἰδέναι καλὸν καὶ πονηρόν.


Βαβαὶ τῆς τιμῆς τοῦ Θεοῦ τῆς εἰς ἡμᾶς γενομένης!
βαβαὶ τῆς φιλανθρωπίας, ἧς ἐπεδείξατο τῷ γένει τῶν ἀνθρώπων!
βαβαὶ τῶν ἀῤῥήτων ἀγαθῶν, ὧν μετέσχηκεν ὁ Ἀδάμ!

Οὐ γὰρ ἠρκέσθη ἡ ἄφατος αὐτοῦ κηδεμονία,
ἐκ τοῦ μὴ ὄντος αὐτὸν ἐποίησεν,
ἐκ χοὸς βασιλέα τῆς κτίσεως ἐχειροτόνησεν·
ἀπὸ γῆς ὑπέρτιμον ἀγγέλοις ἀνέδειξεν·
ἐκ τῆς ἀψύχου ἔμψυχον ἴνδαλμα ἐπεισήγαγε.

Ποίαν ἀρετὴν ἐπεδείξατο ὁ Ἀδὰμ,
ὅτι τοιαύτην ἀμοιβὴν αὐτῷ ἐχαρίσατο;
ποίους ἀγῶνας καὶ ἱδρῶτας ὑπέμεινεν,
ὅτι τοιούτων στεφάνων ἐπέτυχε;
ποίαν δοξολογίαν ἤνεγκε τῷ ποιήσαντι,
ὅτι μέσον τοῦ παραδείσου οἰκιστὴν αὐτὸν ἀνέδειξε;
ποῖον ἔργον ἔνδοξον ἀπετέλεσεν, ὅτι ἄμοχθον βίον ἐπεσπάσατο;
ποίαν δουλείαν θεάρεστον κατειργάσατο, ὅτι τοιαύτης ἀπήλαυσε δωρεᾶς;

Ἀλλ' ὅμως ὁ φιλάνθρωπος τοιούτοις ἐκόσμησε χαρίσμασι τὸ πλάσμα,

ὅθεν καὶ πρὸς περισσοτέραν χαρὰν,
καὶ ἀγαλλίασιν, καὶ ἄλλην ἐργασίαν ἐπεδείξατο.

Ἐπέβαλε γὰρ, φησὶν, ἐπὶ τὸν Ἀδὰμ ὁ Θεὸς ἔκστασιν,
καὶ ὕπνωσε, καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ,
καὶ ἀνέπλασε γυναῖκα.

Ὄντως θαυμαστὰ τὰ ἔργα Κυρίου!
ὄντως ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
ὄντως ἀνεκδιήγητος ἡ ἀγαθότης αὐτοῦ!

Οὐ γὰρ ἠρκέσθη τῷ Ἀδὰμ ἀπὸ χοὸς γενέσθαι ἄνθρωπον
καὶ ἐν παραδείσῳ τῆς τρυφῆς ἀπολαύειν κελεύσας,
ἀλλὰ καὶ βοηθὸν αὐτῷ ἐποίησε.

Πόσην χαρὰν τότε ἦν εἰληφὼς ὁ Ἀδὰμ, ὅτε ἐθεάσατο ἀπὸ τοῦ ὕπνου παρακαθιζομένην αὐτῷ τὴν γυναῖκα;
πόσης εὐφροσύνης αὐτοῦ ἡ ψυχὴ ἐνεπίμπλατο κοινωνὸν θεωρῶν τὴν γυναῖκα, καὶ ὁμότροπον καὶ ὁμόδοξον αὐτὴν καθεστῶσαν;
πόσης θυμηδίας καὶ προφητείας ἠξιώθη, ἐν τῷ θεάσασθαι Ἀδὰμ Εὔαν, τοῖς αἰσθητοῖς ὀφθαλμοῖς αὐτοῦ μορφὴν ἰδίαν καὶ χαρακτῆρα ἄντικρυς παρισταμένην;

Ὅθεν ἐν ἀγαλλιάσει ψυχῆς προεφήτευσεν ἀναφανδὸν τὴν ἀλήθειαν·
φησὶ γὰρ,
"Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου.
Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἰδίου ἀνδρὸς ἐλήφθη".

Εἶδες προφήτην τηλαυγέστατα προλέγοντα τὰ μετέπειτα γενησόμενα;
εἶδες Πνεύματος ἁγίου κοινωνίας μετέχοντα τὸν Ἀδὰμ,
καὶ χάριτος, ἧς ἠξίωται;
εἶδες ἐξαίρετον λόγον τὸν μετὰ πολλὰς γενεὰς ἕως ἐσχάτων βεβαιούμενον;

Ἀλλ' οὐκ ἤνεγκε τὴν μεγίστην παῤῥησίαν
καὶ τοῦ Πνεύματος τὴν χορηγίαν ὁ σκολιώτατος δράκων.

Οὐκ ἔφερε τοῖς ὀφθαλμοῖς αὐτοῦ θεωρεῖν τὴν τιμὴν
καὶ τὴν χάριν τοῦ πλάσματος, ἣν εἴληφε παρὰ τοῦ Δημιουργοῦ·
ἀλλ' ἅπερ ἐμελέτησε, ταῦτα καὶ κατειργάσατο.

Εὑρὼν γὰρ ὄργανον τῆς ἑαυτοῦ σκαιωρίας
καὶ κακοβουλίας τὸν ὄφιν, συνεργὸν ποιεῖται τῆς κακίας αὐτοῦ·
καὶ οὐκ ἐτόλμησε πρὸς τὸν Ἀδὰμ εἰσελθεῖν, ἀλλὰ πρὸς τὸ σαθρότερον καὶ ἁπαλώτερον, καὶ τῷ φρονήματι καὶ τῇ πράξει.

Καὶ μηδεὶς τοῦ Θεοῦ τὴν δημιουργίαν μέμψοιτο.

Ὥσπερ γὰρ τὸν Ἀδὰμ ἐποίησεν ὁ Θεὸς, οὕτως καὶ τὴν Εὔαν ᾠκοδόμησε,

τοῦ αὐτοῦ κράματος, τοῦ αὐτοῦ φυράματος, τῆς αὐτῆς τάξεως.

Ἀλλ' ἡ βουλὴ τοῦ ἀντικειμένου ἐποίησε σαθρὸν
καὶ τὸ σῶμα καὶ τὴν φρένα τῆς Εὔας.

Ὁ γὰρ ἐκ γῆς χοϊκὸς γενόμενος ἀθάνατος,
καὶ τὴν ἀξίαν τῆς διαπλάσεως εἰληφὼς χειρὶ τοῦ Παντοκράτορος,
καὶ ὁ τῆς ἀνθρωπίνης ἐπωνυμίας διὰ δεσποτικῆς ἀξίας προσλαβὼν τὸ ὄνομα, καὶ ἧς οὐκ ἦν ἄξιος προσηγορίας ἀκούσας, ταύτης καὶ τὴν πρᾶξιν εἰληφὼς, εἰς θεότητος ἀξίαν τὸν νοῦν ἑαυτοῦ ἀνεπτέρωσε,
καὶ κατὰ τοῦ πλάστου αὐτοῦ πτέρναν ὁ ἄθλιος ἐπῆρε·
καὶ ὅπως ἄκουε.

Ὁ γὰρ κακόβουλος ὄφις προσελθὼν, τί φησι τῇ γυναικί;

Τί ὅτι ἐνετείλατο ὑμῖν ὁ Θεὸς ἐκ τοῦ καρποῦ τοῦ γινώσκειν καλὸν
καὶ πονηρὸν μὴ φαγεῖν;

Ἧ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν.

Βλέπεις, ἀκροατὰ, τοῦ ἐχθροῦ τὴν ἐπίνοιαν;
βλέπεις τοῦ πλάνου τὰ σκάνδαλα;
ὁρᾷς οἷος πολύπλοκος ὢν,
διὰ ποίων ῥημάτων ἐδελέασε τὴν Εὔαν;

Ἧ δ' ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ἀπηγορευμένου ξύλου, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν.

Ὢ τῆς κακοβουλίας τοῦ πλάνου!
ὢ τῆς ἀτιμίας ἧς προσήγαγε διὰ δολίων ῥημάτων τῇ γυναικί!
ὢ τῆς ἐνέδρας, δι' ἧς καταβάλλει εἰς ᾅδου πυθμένα τὸν εἰς ὕψος ἀναχθέντα τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ!

Καὶ οὐ γυμνὸς προσέρχεται τῇ Εὔᾳ ὁ δόλιος, ὡς ἦν αὐτοῦ ἡ ἀξία,
ἀλλ' ἐν ἐνδύματι τοῦ ὄφεως προσομιλεῖ τῇ γυναικὶ πρὸς τὸ δελεάσαι αὐτὴν, καὶ ἀκουτισθῆναι τούτου τοῖς ῥήμασιν εὐπειθῶς.

Εἰ γὰρ ἦλθεν ὡς ἦν μεμορφωμένος, εὐθέως ἡ Εὔα ἀπεπήδα,
καὶ πρὸς τὸν ἴδιον ἄνδρα ἀπέτρεχεν.

Ἀλλὰ τὴν τοῦ ὄφεως μορφὴν ἐνδυσάμενος ὁ πανοῦργος,
τοιούτοις λόγοις πρὸς αὐτὴν ἐχρήσατο·

Προσελθοῦσα ἅψαι τοῦ ξύλου,
οὗ ὑμῖν ἐνετείλατο ὁ Θεὸς μὴ φαγεῖν·
πρόσχες εἰς αὐτὸ, ὡραῖον εἰς ὅρασιν τοῖς ὀφθαλμοῖς σου πρόκειται,
καὶ καλὸν εἰς βρῶσιν τῷ στόματί σου γενήσεται.


Ἰδοὺ νῦν φοβερὰ τοῖς θηρίοις καὶ τοῖς πετεινοῖς καθέστηκας, φοβερωτέρα μετὰ τὴν γεῦσιν αὐτοῖς ὀφθήσῃ·
ἀρτίως μορφὴν ἀνθρωπίνην περικειμένην σε θεωροῦσι, νυνὶ δὲ γευσαμένη τοῦ ξύλου, θεότητος μόρφωσιν περιβαλήσῃ, καὶ γινώσκουσα γενήσῃ καλὸν καὶ πονηρόν.
Οὐδὲν ἀπὸ τῶν ὀφθαλμῶν ὑμῶν ἀποκρυβήσεται, οὐδὲ ἐκ τῆς ἀκοῆς ὑμῶν τι λήθῃ παραδράμῃ, ἀλλὰ πάντα τὰ ὁρατὰ καὶ τὰ ἀόρατα ἐν ὑμῖν γενήσεται εὔδηλα καὶ φανερά.

Δελεάζεται τοίνυν τοῦ πλάνου τοῖς λόγοις ἡ γυνή·
ἄρχεται τὴν ἐπαγγελίαν τοῦ ὄφεως ἐν τοῖς στέρνοις ἐγγράφειν,
καὶ κατὰ τοῦ πλάστου ἐπαίρει πτέρναν.

Εἶτα πρόσεισι τῷ ἀνδρὶ τοιαῦτα ἀπαγγέλλουσα

τὰ πικρότερα χολῆς ῥήματα, καί φησι·

Τί ὅτι ἡμῖν ἐνετείλατο ὁ Θεὸς τοῦ μὴ φαγεῖν τοῦ ξύλου τούτου;
Ἧ δ' ἂν ἡμέρᾳ φαγώμεθα, διανοιχθήσονται ἡμῶν οἱ ὀφθαλμοὶ,
καὶ ἐσόμεθα γινώσκοντες καλὸν καὶ πονηρόν.

Ὢ συμβουλίας κακίστης!

ὢ λόγων πικροτέρων χολῆς!

Οὐχ ἑώρακε τοῖς ὀφθαλμοῖς αὐτῆς τὸ φῶς τῆς ἀληθείας·
οὐχ ὑπήκουσε τοῖς ὠσὶν αὐτῆς τῆς ζωῆς τὴν ἀκρόασιν·
οὐκ ἐγεύσατο τῷ στόματι τὴν γλυκύτητα τοῦ φιλανθρώπου·
οὐκ ἐψηλάφησε ταῖς χερσὶν αὐτῆς τοῦ φωτὸς τὴν πύλην.

Πρὸ τῆς συναφείας ξένον τὸν ἄνδρα τοῦ Θεοῦ ἐποίησε·
πρὸ τῆς ἐνοικήσεως πένητα τὸν βασιλέα καθίστησι·
πρὸ τῆς τεκνογονίας τοῖς τέκνοις τὴν κατάραν ἐτεκτήνατο·
πρὸ τοῦ τεκεῖν υἱοὺς καὶ θυγατέρας ἐξορίαν τοῖς ἐγγόνοις ἐπεισήγαγε·
πρὸ τῆς συμβιώσεως τοῦ ἀνδρὸς, ξένον αὐτὸν τοῦ παραδείσου ἐποίησεν.

Ὢ τῆς κακίας!
ὢ τῆς ἀφροσύνης!
ὢ τῆς ἀπάτης!

Πείθει τὸν ἄνδρα τοῖς λόγοις αὐτῆς, καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ, φέρει πρὸς τὸν ἀπατηθέντα, καὶ κατάγει εἰς ᾅδου πυθμένα τὸν ὑψηλὸν τοῖς θηρίοις καὶ πετεινοῖς φαινόμενον· καταβάλλει τὴν φρένα τὴν παντὸς τοῦ ὑπὸ τὸν οὐρανὸν ἀκεραιοτέραν σβεννύει τὸ φῶς τῶν ὀφθαλμῶν τῶν καθ' ἑκάστην Θεὸν καθορώντων·
ἐμβάλλει δειλίαν ταῖς φρεσὶ τοῦ συνεχῶς Θεῷ ἐντυγχάνοντος·
παραλύει τὰς χεῖρας τὰς εὐλογησάσας τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τῆς γῆς, καὶ τούτοις τὰς ἐπωνυμίας ἐπιθησάσας.

Γίνεται ὁ βασιλεὺς πένης, ὁ πλούσιος προσδεὴς, ὁ φιλικῇ συντυχίᾳ τῷ Θεῷ διαλεγόμενος ὡς κλέπτης ὑπὸ δένδρον κρυπτόμενος·
ὁ ἄρχων οἰκέτης, ὁ καθαρὸς τῇ καρδίᾳ ῥερυπωμένος ὅλως,
ὁ τῇ ψυχῇ ὑπέρλαμπρος, σκοτεινὸς καθεστώς.

Καὶ ἦν ἰδεῖν τὸν ὡς ἥλιον λάμποντα ἐζοφωμένον αἴφνης·
τὸν φοβερὸν τοῖς δαίμοσιν, ὡς παίγνιον προκείμενον·
τὸν ἐλεύθερον πλασθέντα, ὡς δοῦλον κρυπτόμενον·
τὸν ἔνδοξον καὶ ἔντιμον, ὡς ἄδοξον καὶ ῥυποειδῆ κατακείμενον.

Διὸ, φιλακροάμονες, ἀνακεφαλαιώσαντες τὴν ἱστορίαν ταύτην, ἴδωμεν τῆς Γραφῆς τὴν ἄβυσσον, τὸν εἱρμὸν τῆς διηγήσεως ἐμφαίνοντες.

Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι.

Καὶ λαβοῦσα ἡ γυνὴ τοῦ καρποῦ αὐτοῦ, ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς.

Ὁρᾷς τρυφὴν θάνατον προξενοῦσαν;
ὁρᾷς τρυφὴν εἰς ᾅδην ἐκπέμπουσαν;
ὁρᾷς γεῦσιν παραδείσου ποιοῦσαν ξένον τὸν μεταλαμβάνοντα;

Καὶ μηδεὶς τῶν ἐχόντων ἀκεραιότερον νοῦν τῷ ξύλῳ τὴν μέμψιν προσαγάγοιτο, ἀλλὰ τῷ μεταλαβόντι.

Ὥσπερ γάρ τις βασιλεὺς στρατιώτῃ αὐτοῦ παραγγείλας μὴ εἰσελθεῖν τινα τῶν ἀρχόντων ἔνδοθεν τοῦ βασιλικοῦ κοιτῶνος,
εἰ μὴ αὐτὸς προστάξει τούτῳ, ἢ μυστήριον αὐτοῦ ἀναγγείλας μηδένα τῶν ἔξωθεν καταμαθεῖν πλὴν αὐτοῦ μόνον, ἐκεῖνος δὲ ἐξελθὼν κατάδηλον ποιήσῃ τὸν λόγον οἷς ἂν θέλῃ καὶ βούληται, εἰπέ μοι, οὐκ ὑποστήσεται δίκην ὁ τοιοῦτος, ὅτι βασιλικοῦ κατεφρόνησε κράτους;

Τοιοῦτον καὶ ἐπὶ τὸν Ἀδὰμ ἐκαινουργήθη.

Πάντα δέδωκεν αὐτῷ ὁ Θεὸς εἰς βρῶσιν καὶ ἀπόλαυσιν, τὰ φυτὰ,
τοὺς καρποὺς, τὰ ὕδατα, τοῦ παραδείσου τὴν τερπνότητα,
τὸν ἥλιον, τὴν σελήνην καὶ τοὺς ἀστέρας·
ἑνὸς δὲ μόνον ξύλου δέδωκεν αὐτῷ φυλάσσειν, ὑπόδειγμα δεσποτικὸν εἰκονίζων καὶ ἐντολὴν πρὸς ὑπακοὴν τοῦ πλάστου.

Αὐτὸς δὲ μήτε τούτων τῶν χαρισμάτων ἐντὸς γενόμενος,
μήτε τῆς ἀξίας τὴν ὑπερβολὴν τιμήσας,
μήτε τοῦ κράτους αὐτοῦ τὴν ἐλευθερίαν φυλάξας,
τῷ παρανόμῳ καὶ ἐχθρῷ τῆς ἀληθείας ἐπηκροάσατο,
καὶ ἥψατο τῆς παρακοῆς,
καὶ γέγονεν ὁ ἀθάνατος θνητὸς,
ὁ ἄρχων τοῦ παραδείσου γυμνὸς τῆς τούτου οἰκήσεως,
ὁ τρίβους τῆς ἀληθείας ὁδεύων,
τῶν δαιμόνων ἐπίχαρμα γενόμενος,
ὁ Πνεύματος ἁγίου ἐμπεπλησμένος,
πνευμάτων πονηρῶν πεπληρωμένος,
ὁ προφητείᾳ ἠγλαϊσμένος,
μηδὲ ἑαυτὸν γνωρίζων ὁποῖος ἦν.

Ἀπαρτισθείσης τῆς παρακοῆς λοιπὸν τῆς θανατηφόρου, θεασάμενοι Ἀδὰμ καὶ Εὔα,
ὅτι γυμνοὶ ὑπῆρχον διὰ τῆς παραβάσεως αὐτῶν·
ὅτε γὰρ θεοκόσμητον στολὴν τῆς ἀθανασίας ἦσαν περιβεβλημένοι,
τὴν ἑαυτῶν γύμνωσιν οὐχ ἑώρων·
ὅτε δὲ ἦλθεν ἡ παράβασις,
καὶ ἀπηρτίσθη τὸ ἔργον τῆς παρακοῆς,
τότε ἐθεάσαντο τὴν ἀσχημοσύνην αὐτῶν.

Εἶτα ἤκουσαν, φησὶ, τῆς φωνῆς τοῦ Κυρίου περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν,
καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ.

Περιεκόπη τῆς παῤῥησίας ἡ πρόφασις·
ἦλθεν ἡ παράβασις, καὶ κρύπτονται ἀπὸ τοῦ Παντοκράτορος.

Τοιοῦτοί εἰσιν οἱ ἐν ἁμαρτίαις περιβεβλημένοι.
Ὅταν γάρ τις πορνεύσῃ ἢ μοιχεύσῃ, καὶ ἐξέλθῃ ἐκ τῆς θύρας τῆς πόρνης, καὶ ἀπαντήσῃ κἂν ἄνδρα κἂν γυναῖκα, συντυχίας ἰδίας ἑαυτῶν διηγουμένους, ὁ ποιήσας τὴν ἁμαρτίαν νομίζει ὅτι ἡ συντυχία δι' αὐτὸν καθίσταται, καὶ ἐρυθριᾷ καὶ ἐντρέπεται,
τῆς ἁμαρτίας αὐτὸν ἔνδοθεν διελεγχούσης.

Τοῦτο πέπονθεν ὁ Ἀδὰμ καὶ ἡ Εὔα.

Πολλάκις γὰρ τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ, οὐδέποτε αὐτὸν ᾐδέσθησαν ἢ ἐνετράπησαν·
ἀλλ' ὅτε ἀπετελέσθη τὸ ἔργον τῆς ἁμαρτίας καὶ τῆς παρακοῆς, τότε κρύπτονται ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ πάντα ἐφορῶντος,
κερδᾶναί τι προσδοκῶντες·
ἀλλὰ μάτην αὐτοῖς καθέστηκε ἡ φρόνησις αὕτη.

Διὸ ὡς μὴ ἔχοντες ἀπολογίαν ἢ παῤῥησίαν πρὸς τὸν κρυφιογνώστην, αὐτὸς ὁ ἐτάζων καρδίας καὶ νεφρούς φησι πρὸς τὸν Ἀδάμ·
Ἀδὰμ, ποῦ εἶ;
πρόφασιν ἀπολογίας αὐτοῖς χαριζόμενος·
Ποῦ εἶ;
Ἰδοὺ καὶ τοῦ ξύλου ἔφαγες, καὶ τῆς ἐπιθυμίας οὐκ ἐπέτυχες·
ἰδοὺ καὶ τὴν παράβασιν ἐποίησας, καὶ τῆς θεώσεως ἐξέπεσες.
Ἀδὰμ, ποῦ εἶ;
Ὁ δὲ, τῆς φωνῆς Σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ,
καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην.
Ὁρᾷς τῆς ἁμαρτίας τὴν ἐντροπήν;
ὁρᾷς τῆς παραβάσεως τὴν ἀσχημοσύνην;
ὁρᾷς τὸ δικαστήριον τὸ ἔνδοθεν γεγενημένον τῷ Ἀδὰμ,
καὶ κατηγοροῦν τὴν αὐτοῦ ἐκ τοῦ Θεοῦ ἀλλοτρίωσιν;
Καὶ εἶπεν ὁ Θεός·

Τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου,
οὗ ἐνετειλάμην σοι, τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες;
Ἀφῆκας ἐμὲ τὸν πλάσαντα, καὶ τῷ ἐχθρῷ προσῆλθες;
εἴασας ἐμὲ τὸν δημιουργήσαντα, καὶ τῷ πλάνῳ συγκατέθου;
Ἐγώ σοι ἐνετειλάμην τούτου μόνου μὴ φαγεῖν,
καὶ σὺ τῷ διαβόλῳ σύμβουλος γέγονας;

Εἶπεν ὁ Ἀδάμ·
Ἡ γυνὴ, ἣν ἔδωκας μετ' ἐμοῦ,
αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον.

Ὢ πρόφασις εὔλογον μὴ ἔχουσα!
ὢ ἀπολογία μὴ ὠφελοῦσα τὸν λαλοῦντα!
ὢ λέξις πικρὰ, μὴ διασώζουσα τὸν λέγοντα!

Τὴν γυναῖκά σοι δέδωκα βοηθὸν, οὐκ αὐθεντοῦσαν·
συνήγορον, οὐ δέσποιναν·
ὁμογνώμονα, οὐ διδάκτριαν·
σύζυγον, οὐκ ἄρχουσαν·
ὑποχείριον, οὐχ ὑψηλοτέραν·
συγκύπτουσάν σοι, οὐ κατακρατοῦσάν σου.

Ὅθεν ὡς τῷ ἐχθρῷ ἀκροασάμενος, κἀμοῦ παρακούσας,
δέχου τελείαν τὴν ἐπιτίμησιν, ἣν οὐ παρασαλεύσουσι μακροὶ αἰῶνες, ἣν οὐδεὶς ὑπερβήσεται τούτου τοῖς ὅροις, ἣν ὁ σῶμα φορῶν καὶ ἐλθὼν εἰς τὸν κόσμον, οὐ περάσει τοῦτο τὸ πέλαγος.

Ὅρα, Ἀδὰμ, ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου,
καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι, τούτου μόνου μὴ φαγεῖν ἀπ' αὐτοῦ, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου·
ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.

Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι,
καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ.

Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου,
ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης·
ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.

Ὢ τῆς κατάρας ταύτης,
ἥτις τὰ ὁρατὰ καὶ τὰ ἀόρατα τρέμειν ἐποίησεν!
ὢ τῆς λέξεως, ἣν οἱ ἄπειροι αἰῶνες οὐ παρεσάλευσαν!

ὢ τῆς ἐπιτιμήσεως,
δι' ἧς ὁ πολυχρόνιος κόσμος αὐτὴν οὐκ ἐπαλαίωσεν!

ὢ τοῦ ῥήματος,
ὢ βασιλεῖς καὶ ἄρχοντες,
πλούσιοι καὶ πένητες φρίττουσι καὶ δεδοίκασι!

Καὶ ἐξέβαλε Κύριος τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη·
καὶ προσέταξε Κύριος τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν φυλάσσειν τὸν Ἐδὲμ παράδεισον, καὶ ἀδιάβατον τηρεῖν τὴν εἴσοδον,
ἵνα μή τις τῶν σάρκα φορούντων καὶ τὴν παχύτητα τοῦ σώματος περικειμένων διέλθῃ ταύτης τὴν πύλην.

Τὸ δὲ δεσποτικὸν ῥῆμα ἔργον γέγονε αἰώνιον,
καὶ ἡ ἀπόφασις αὕτη θάνατον εἰς τὸν κόσμον εἰσήγαγε·
καὶ βασιλεῖς ταύτην τὴν φωνὴν δεδοίκασι, καὶ ἄρχοντες τρέμουσι τὸ ῥῆμα τοῦτο, πλούσιοι εἰς τὴν ἀπόφασιν ταύτην ἔγκεινται, καὶ πτωχοὶ ὡς χρέος τοῦτο ἐκδέχονται, καὶ πάντες βροτοὶ ὡς τῆς φύσεως μέτοχοι τὸν θάνατον ἀναμένουσι.

Τί γὰρ ἔπραττεν ὁ Ἀδὰμ ἔξω τοῦ παραδείσου καθήμενος;

Ἦν σκάπτων, μετὰ κλαυθμοῦ ἐργαζόμενος, μετὰ στεναγμοῦ, ἱδρῶτι περιῤῥεόμενος, ἀχθοφορῶν, τοῦ ἡλίου τὸν καύσωνα μὴ φέρων, πηγνύμενος τῷ τῆς νυκτὸς παγετῷ, καὶ κλαίων οὐκ ἐπαύετο ἐννοῶν οἵας τρυφῆς ἐστερήθη, στεναγμοῖς ἐκέχρητο ἐκ κατωτάτου στήθους, λόγους ὀδυνηροὺς ἐξηρεύγετο τὸ στόμα αὐτοῦ·
καὶ πρὸς τὴν Ἐδὲμ τοὺς ὀφθαλμοὺς ἀναπετάζων, τὴν κάραν τε κινῶν ἔνθεν κἀκεῖθεν, γοερῶς ἀπωδύρετο, καὶ ἐν κλαυθμῷ ἀπαραμυθήτῳ

ἐκραύγαζε φωνῇ μεγάλῃ!

ὢ πόσων ἀγαθῶν τῶν σῶν ἠλλοτρίωμαι, πανόλβιε παράδεισε!

ὢ πόσης εὐφροσύνης ἐνεπίμπλατό μου ἡ ψυχὴ θεωροῦντος τὸ σὸν κάλλος!

ὢ πόσης ἀγαλλιάσεως ἀπήλαυον ἔνδοθέν σου καθήμενος.

Πῶς εὐφραινόμην ἐκ τῆς ὀσμῆς τῶν ἀνθέων σου!

πῶς προέκειτό μοι ἡ ἄμοχθος τράπεζα!

πῶς ἀνέβλυζέ μοι ὁ κρατὴρ ὁ ἀείζωος!

πῶς ἐνήδυνέ μου τὸ πνεῦμα ἡ τῶν ἀγγέλων πολιτεία!

πῶς περιέλαμπέ μου τοὺς ὀφθαλμοὺς τὸ φῶς τὸ ὑπέρλαμπρον.

Πάντα τὰ ποιήματα ὡς βασιλεῖ τὴν τιμήν μοι προσέφερον!

Πᾶσι τοῖς θηρίοις φοβερὸς καθιστάμην·

πᾶσι τοῖς πετεινοῖς οἷς ἤθελον προσέταττον·

πᾶσα ἡ κτίσις ὡς δεσπότῃ μοι προσέβλεπεν.

Ἀπηλλοτρίωμαι τούτων ὡς παραβάτης·
ἐξωρίσθην τῆς τρυφῆς ὡς ἀνδράποδον·
ἐδιώχθην τῆς χαρᾶς σου ὡς παράνομος·
ἀπηλάθην τῆς κατοικίας σου ὡς δραπέτης.

Τί κλαύσω πρῶτον, τί δεύτερον;
τὴν στέρησιν τοῦ κάλλους σου;
τὴν χαρὰν τὴν ἄληκτον;
τὴν ἀμέριμνον ζωήν;
τὴν ἀκήρατον δόξαν;
τῶν ἀγγέλων τὴν ἀλλοτρίωσιν; τὴν τῶν ἀρχαγγέλων στέρησιν;
τῆς βασιλείας τὸ κλέος;
τῶν δένδρων τὴν τερπνότητα; τοῦ φωτός σου τὴν λαμπαδουχίαν;
τὴν μαρμαρυγὴν τὴν ἀκήρατον;
τὴν γύμνωσιν ἣν περίκειμαι;
τῆς ἀσχημοσύνης τὰ λείψανα;
τὸν ὀνειδισμὸν τῶν ἀγγέλων·
τῶν θηρίων τὸ ἀνυπότακτον;
τῶν κτηνῶν τὸ ἄκαμπτον;
τοῦ Θεοῦ τὴν φιλίαν;
τοῦ Πνεύματος τὴν ἀλλοτρίωσιν;
τὸν μακαρισμὸν τὸν ἀΐδιον;
Ποῖον κοπετὸν κόψομαι;
ποῖον κλαυθμὸν θρηνήσω·
ποίαν ταπείνωσιν ἀσπάσομαι;
ποίαν τραγῳδίαν ἄρξομαι;
ποῖον στεναγμὸν ἀναπέμψω;
ποίαν ὀδύνην καταπαύσω;
τὴν ἀρτίως παρεστῶσαν;
τὴν μετὰ ταῦτα;
τὴν ἐν τοῖς καταχθονίοις, τὴν ἐν ἱδρῶτι τοῦ προσώπου;
τῶν ἀκανθῶν τὴν βλάστησιν;
τῆς γῆς τὴν ἐπιτίμησιν;
Οὐ φέρω τῆς λύπης τὰ λείψανα, οὐ φέρω τὸν στεναγμὸν,
οὐ φέρω ἀπέναντι τῆς τρυφῆς σου καθήμενος βλέπειν σε.
Ξένος γὰρ γέγονα τῆς σῆς διατριβῆς,
ξένος τῆς σῆς κατοικίας, ἀλλότριος τῆς ἀϊδίου ἀπολαύσεως,
ξένον ἐμαυτὸν κατέστησα τοῦ Θεοῦ οἰκείᾳ μου βουλῇ.

Ξένος ἀπάρτι γενήσομαι τῆς σῆς θεωρίας καὶ ὁράσεως.

Οὐκέτι σου τῆς τρυφῆς ἀπολαύσω,
οὐκέτι τῆς μακαριότητός σου ἡδυνθῶ,
οὐκέτι σου τῆς θέας ἀπολαύσω,
οὐκέτι σου τῆς μαρμαρυγῆς ἐλλαμφθῶ,
οὐκέτι ἐν σοὶ κατοικήσω.

Πάντα κενά μοι γέγονε·
πάντα παρῆλθον ὡς σκιά·
πάντα διέβη ὡς ὄναρ·
πάντα ἠφανίσθησαν ὡς ἀνύπαρκτα ἀπὸ τῶν ὀφθαλμῶν μου.

Εἰ δύνασαι, κἂν σὺ παρακάλεσαι τὸν πλάστην,
ὅπως μὴ χωρισθῶ τῆς συναυλίας σου.

Κατάκαμψον τὰ δένδρα σου, καὶ πρόσπεσον τῷ εὐσπλάγχνῳ,
καὶ τῷ ἤχῳ τῶν φύλλων σου ἀνάκραξον ἐν ἰσχΰι.

Πανόλβιος γέγονας κελεύσματι τοῦ Δεσπότου,
καὶ παῤῥησίαν ἔχεις ὡς οἶκος τοῦ Θεοῦ ἡμῶν.

Ἆρον ὥσπερ ὀφθαλμοὺς τῶν καρπῶν σου τὰ εἴδη,
καὶ ὥσπερ στόμα εὔλαλον τὴν τῶν φυτῶν εὐωδίαν,
ἵνα μείνῃς ἀνεῳγμένος τῷ σὲ ἀγαπήσαντι.

Ἰδοὺ νῦν τὸ στόμα μου κράζειν ἐκοπίασε·
ἰδοὺ καὶ ἡ γλῶσσά μου λαλεῖν ἀπεπαύσατο·
ἰδοὺ καὶ ὁ λάρυγξ μου σιγῇ καταδέδεται.

Ὡς παράβουλος κατακέκριμαι,
ὡς ἄθλιος γεγύμνωμαι,
ὡς ἄνομος ἐκβέβλημαι,
ὡς γήϊνος τῇ γῇ παρεδόθην, ὅθεν ἐξῆλθον·
ὅθεν ἐπλάσθην, ἀναλύω,
καὶ οὐκέτι σου θεωρῶ τοῦ κάλλους τὴν ὡραιότητα.

Εἶτα στραφεὶς πρὸς τὴν γυναῖκα, ὀνειδισμοῖς ἐκέχρητο,
καὶ ἐν πικρίᾳ ψυχῆς ἔλεγε·

Τί μου τὴν ἀθανασίαν ἐθέρισας, γύναι;
τί τὸν ὑψηλὸν ἐποίησας ταπεινόν;
τί τὸν παντάρχην κατέστησας προσαίτην;
τί τὸν βασιλέα τῆς κτίσεως δοῦλον ἀνέδειξας;
τί μου τοὺς φωτεινοὺς ἐτύφλωσας ὀφθαλμούς;
τί με τὴν στολὴν ἐξέδυσας, ἣν οὐκ ἐξύφανας;
τί τὴν τιμήν μου ἐφθόνησας;
τί τὸ ἀρχέτυπόν μου κάλλος ἠμαύρωσας;
τί ζωὴ προσαγορευθεῖσα, θάνατός μοι γέγονας;
τί με τῶν ἀγγέλων ἀλλοτριώσασα, τοῖς δαίμοσι συγκατεσκήνωσας;
τί με τῆς βασιλείας στερήσασα εἰς ἄκραν πτωχείαν κατήγαγες;
τί τὰ ὦτά μου τῆς φωνῆς τοῦ Θεοῦ διηνεκῶς ἀκούοντα ἀπέφραξας,
ὡς ἀσπὶς βύουσα ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾴδοντος;

Οὐ φέρω τὴν ἐπιτίμησιν, πρὸ τῆς συναφείας τὴν λύσιν ἐπιζητῶ·
πρὸ τῆς κατασκηνώσεως τὴν ἀναχώρησιν μελετῶ·
πρὸ τῆς συμπλοκῆς τὸν χωρισμὸν μεριμνῶ·
πρὸ τοῦ συζευχθῆναι ἀποστῆναι ἀπὸ σοῦ δυσωπῶ.
Ἄπιθι ἀπ' ἐμοῦ, γύναι.

Πότε τὴν γῆν ἐργάσομαι;
πότε τριβόλους ἀνασπάσω;
πότε σῖτον ὥριμον θερίσω; πότε ποιήσας ἄλευρον, ἄρτον κατασκευάσω;
πότε καθίσας ἀμέριμνος τοῦτον ἑστιάσομαι;
πότε ἀνωδύνως ὑπνώσω;
πότε τὰ φύλλα ἐκδύσομαι τῆς συκῆς;
πότε τὴν ἀσχημοσύνην τῆς σαρκός μου σκεπάσω;
πότε ὑποδύσομαι τοῖς ποσὶ πρὸς τὸ μὴ κατακεντᾶσθαι ὑπὸ τῆς θεόθεν ἀνατειλάσης μοι ἀκάνθης;
πότε σκέπασμα ποιήσω πρὸς τὸ σπογγίσαι τὸν τοῦ προσώπου μου ἱδρῶτα, ὅν μοι προεξένησας, γύναι, ἐξ ἀφροσύνης;

Σὺ ἀέργως μένουσα οὐχ ὁρᾷς τὴν συμφοράν·
ὅτε δὲ τέξεις τέκνον, τότε τῆς ἀποφάσεως ἡ δίκη ἐπὶ σοὶ ἀνατελεῖ.

Ὅτε τὸ ἔκγονον ἀπὸ τῆς κοιλίας σου μέλλει ἐξέρχεσθαι,
τότε μνησθήσῃ τῶν ῥημάτων μου·
ὅτε ἐν ὀδύνῃ τοὺς πόνους ὑπομενεῖς,
τότε τῆς ἀποφάσεως ὁ καιρός σοι ἐξανθήσει·
ὅτε σε καταλαβοῦσιν αἱ ὠδῖνες,
τότε τοῦ Θεοῦ τῆς κατάρας μνημονεύσεις.

Ταῦτα καὶ τὰ τούτοις ὅμοια ὁ Ἀδὰμ πρὸς τὴν ὁμόζυγον ἐν πικρίᾳ ψυχῆς προσεφώνει·
τούτοις τοῖς λόγοις καταπλήττων τὴν Εὔαν καθ' ἑκάστην ἡμέραν, ἀπαραμύθητον τὴν ᾠδὴν ἐτραγῴδει·
τούτων τῶν θλίψεων ὁ πρωτόπλαστος τὸ πέλαγος κεκτημένος,
τὴν θεήλατον πολυμόχθως ἐξεπλήρου ὀργήν.

Ἠκούσατε, ὦ τέκνα, τοῦ Ἀδὰμ τὴν διάπλασιν·
ἐγνώκατε αὐτοῦ τῆς τιμῆς τὴν ἀξίαν·
ἐμάθετε τὰ ἐκ Θεοῦ δοθέντα αὐτῷ·
ἐθεάσασθε αὐτοῦ καὶ τῆς παραβάσεως τὴν ἐξέωσιν·
ἐκλαύσατε αὐτοῦ τὴν ἀπαραμύθητον τραγῳδίαν·
ἐβλέψατε αὐτὸν ἀπέναντι τοῦ παραδείσου στυγνὸν
καὶ κατηφῆ γεγονότα.



απόσπασμα λόγου
του εν Αγίοις Πατρός ημών Ιωάννου του Χρυσοστόμου
εις την "εξορίαν του Αδάμ"

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου