Παρασκευή 26 Μαρτίου 2010

Μεγίστης εὐκλείας ἠξιώθης, τὸ μέγα μυστήριον ἡμῖν, ἀνακαλύψας μέγιστε, Ἀγγέλων δι' οὗ ἤρθημεν, οἱ ἀπὸ γῆς πρὸς μέγιστον, ὕψος μεγάλως τιμῶντές σε


Το ἀπ' αἰῶνος μυστήριον,
ἀνακαλύπτεται σήμερον,
καὶ ὁ Υἱὸς τοῦ Θεοῦ,
Υἱὸς ἀνθρώπου γίνεται,
ἵνα τοῦ χείρονος μεταλαβών,
μεταδῷ μοι τοῦ βελτίονος.
Ἐψεύσθη πάλαι Ἀδάμ,
καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν,
ἄνθρωπος γίνεται Θεός,
ἵνα Θεὸν τὸν Ἀδὰμ ἀπεργάσηται.
Εὐφραινέσθω ἡ κτίσις, χορευέτω, ἡ φύσις,
ὅτι Ἀρχάγγελος Παρθένῳ,
μετὰ δέους παρίσταται,
καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον.
Ὁ διὰ σπλάγχνα ἐλέους ἐνανθρωπήσας,
Θεὸς ἡμῶν δόξα σοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου