Δευτέρα 22 Μαρτίου 2010

Τὰ πάθη νεκρώσωμεν, δι' ἐγκρατείας, τὸ πνεῦμα ζωώσωμεν, δι' ἐνθέων πράξεων, ὅπως ὀψώμεθα, Πάθος Χριστοῦ τὸ σεπτὸν καθαρωτάτῳ νοΐ


Τὴν ἕκτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα,
προθύμως ἀπαρχόμενοι,
Κυρίῳ, προεόρτιον ὕμνον,
τῶν Βαΐων ᾄσωμεν πιστοί,
ἐρχομένῳ ἐν δόξῃ, δυνάμει Θεότητος,
ἐπὶ τὴν Ἱερουσαλήμ,νεκρῶσαι τὸν θάνατον·
διὸ ἑτοιμάσωμεν εὐσεβῶς,
τὰ τῆς νίκης σύμβολα,
τοὺς κλάδους τῶν ἀρετῶν,
τὸ Ὡσαννὰ ἐκβοῆσαι,
τῷ Ποιητῇ τοῦ παντός

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου