Κύριε, μέγα καὶ φοβερὸν ὑπάρχει,
τῆς σῆς Ἀναστάσεως τὸ μυστήριον·
οὕτω γὰρ προῆλθες ἐκ τοῦ τάφου,
ὡς νυμφίος ἐκ παστάδος,
θανάτῳ θάνατον λύσας, ἵνα τόν Ἀδὰμ ἐλευθερώσῃς·
ὅθεν ἐν οὐρανοῖς, Ἄγγελοι χορεύουσι,
καὶ ἐπὶ γῆς ἄνθρωποι δοξάζουσι,
τὴν εἰς ἡμᾶς γενομένην,
εὐσπλαγχνίαν σου φιλάνθρωπε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου