Δευτέρα 11 Ιανουαρίου 2010

Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, μεγάλως ἠγωνίσω ἐν τῇ προσκαίρῳ ζωῇ, ἐν ὕμνοις καὶ νηστείαις καὶ ἀγρυπνίαις, τύπος γενόμενος τῶν σῶν φοιτητῶν


Κοντάκιον Ἦχος πλ. δ'

Πεφυτευμένος ἐν αὐλαῖς ταῖς τοῦ Κυρίου σου,

τάς φανοτάτας ἀρετὰς τερπνῶς ἐξήνθησας,

καὶ ἐπλήθυνας τὰ τέκνα σου ἐν ἐρήμῳ,

τῶν δακρύων σου τοῖς ὄμβροις ἀρδευόμενα,

ἀγελάρχα τῶν Θεοῦ θείων ἐπαύλεων·

ὅθεν κράζομεν·

Χαίροις Πάτερ Θεοδόσιε.


Ὁ Οἶκος

Ἄνθρωπος μὲν τῇ φύσει ἐχρημάτισας Πάτερ,

ἀλλ' ὤφθης συμπολίτης Ἀγγέλων·

ὡς γὰρ ἄσαρκον ἐπὶ τῆς γῆς βιοτεύσας σοφέ,

τῆς σαρκὸς ἅπασαν τὴν πρόνοιαν ἀπέρριψας·

διὸ καὶ παρ᾿ ἡμῶν ἀκούεις·

Χαίροις, πατρὸς εὐλαβοῦς ὁ γόνος, χαίροις,

Μητρὸς εὐσεβοῦς ὁ κλάδος.

Χαίροις, τῆς ἐρήμου πολιστὴς παγκόσμιος·

χαίροις οἰκουμένης φωστὴρ ὁ πολύφωτος.

Χαίροις, ὅτι ἐκ νεότητος ἠκολούθησας Χριστῷ,

χαίροις ὅτι κατεμάρανας τῆς σαρκὸς τάς ἡδονάς.

Χαίροις, τῶν Μοναζόντων πρόξενος σωτηρίας,

χαίροις, τῶν ῥαθυμούντων τρόπος παρηγορίας.

Χαίροις, πολλοὺς ἐκ πλάνης ῥυσάμενος,

χαίροις, κρουνοὺς θαυμάτων δωρούμενος.

Χαίροις, πτωχῶν τὴν φροντίδα ποιήσας,

χαίροις, ἡμῶν ὁ προστάτης καὶ ῥύστης·

Χαίροις, Πάτερ Θεοδόσιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου