Τρίτη 12 Ιανουαρίου 2010

Ὕμνον, νῦν μεθέορτον πιστοί, ᾄσωμεν Χριστοῦ τῇ Βαπτίσει, καθαρωτάτῳ νοΐ


Ὁρῶσά σε ἡ φύσις ἅπασα τῶν γηγενῶν,
γυμνὸν ἐν ὕδασι τὸν Δημιουργόν,
τὸ Βάπτισμα αἰτοῦντα,
ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο·
ὁ Πρόδρομος δέ, τρόμῳ συνείχετο,
μὴ τολμῶν προσεγγίσαι σοι·
ἠ θάλασσα ἔφυγεν·
Ἰορδάνης τὸ ῥεῖθρον ἀνεχαίτισε·
τὰ ὄρη ἐσκίρτησαν θεωροῦντα σε,
καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο λέγουσαι·
Ὢ τοῦ θαύματος!
ὁ Σωτὴρ γυμνοῦται,
ἐνδῦσαι θέλων σωτηρίαν,
τοὺς ἀνθρώπους καὶ ἀνάπλασιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου