Δευτέρα, 19 Οκτωβρίου 2009

Ο βίος και η πολιτεία των αληθινών Χριστιανών...


Χριστιανοί,

γάρ οὔτε γῇ οὔτε φωνῇ οὔτε ἔθεσι διακεκριμένοι τῶν λοιπῶν εἰσιν ἀνθρώπων.

Οὔτε γάρ πόλεις ἰδίας κατοικοῦσιν οὔτε διαλέκτῳ τινί παρηλλαγμένῃ χρῶνται οὔτε βίον παράσημον ἀσκοῦσιν.

Οὐ μήν ἐπινοίᾳ τινί καί φροντίδι πολυπραγμόνων ἀνθρώπων μάθημα τοιοῦτ’ αὐτοῖς ἐστιν εὑρημένον, οὐδέ δόγματος ἀνθρωπίνου προεστᾶσιν ὥσπερ ἔνιοι.

Κατοικοῦντες δέ πόλεις Ἑλληνίδας τε καί βαρβάρους ὡς ἕκαστος ἐκληρώθη, καί τοῖς ἐγχωρίοις ἔθεσιν ἀκολουθοῦντες ἔν τε ἐσθήτι καί διαίτῃ καί τῷ λοιπῷ βίῳ, θαυμαστήν καί ὁμολουμένως παράδοξον ἐνδύκνεινται τήν κατάστασιν τῆς ἑαυτῶν πολιτείας.

Πατρίδας οἰκοῦσιν ἰδίας, ἀλλ’ ὡς πάροικοι· μετέχουσι πάντων ὡς πολίται, καί πάνθ’ ὑπομένουσιν ὡς ξένοι·

πᾶσα ξένη πατρίς ἐστιν αὐτῶν, καί πᾶσα πατρίς ξένη.

Γαμοῦσιν ὡς πάντες, τεκνογονοῦσιν· ἀλλ’ οὐ ρίπτουσι τά γεννώμενα. τράπεζαν κοινήν παρατίθενται, ἀλλ’ οὐ κοινήν.

Έν σαρκί τυγχάνουσιν, ἀλλ’ οὐ κατά σάρκα ζῶσιν.

Έπί γῆς διατρίβουσιν, ἀλλ’ ἐν οὐρανῷ πολιτεύονται.

Πείθονται τοῖς ὡρισμένοις νόμοις, καί τοῖς ἰδίοις βίοις νικῶσι τούς νόμους.

Αγαπῶσι πάντας, καί ὑπό πάντων διώκονται.

Αγνοοῦνται, καί κατακρίνονται· θανατοῦνται, καί ζωοποιοῦνται.

Πτωχεύουσι, καί πλουτίζουσι πολλούς· πάντων ὑστεροῦνται, καί ἐν πᾶσι περισσεύουσιν.

Ατιμοῦνται, καί ἐν ταῖς ἀτιμίαις δοξάζονται·

βλασφημοῦνται, καί δικαιοῦνται.

Λοιδοροῦνται, καί εὐλογοῦσιν· ὑβρίζονται, καί τιμῶσιν.

Αγαθοποιοῦντες ὡς κακοί κολάζονται·

κολαζόμενοι χαίρουσιν ὡς ζωοποιούμενοι.

Υπό Ἰουδαίων ὡς ἀλλόφυλοι πολεμοῦνται καί ὑπό Ἑλλήνων διώκονται,

καί τήν αἰτίαν τῆς ἔχθρας εἰπεῖν

οἱ μισοῦντες οὐκ ἔχουσιν".


πηγή:πέμπτο κεφάλαιο της "Προς Διόγνητον Επιστολής"

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου