Τρίτη, 6 Οκτωβρίου 2009

Τέκνον μου...


"Τέκνον μου,

φεύγε από παντός πονηρού και από παντός ομοίου αυτου.

μη γίνου οργίλος, οδηγεί γαρ η οργή προς τον φόνον,

μηδέ ζηλωτής

μηδέ εριστικός

μηδέ θυμικός.

εκ γαρ τούτων απάντων φόνοι γεννώνται.

τέκνον μου,

μη γίνου επιθυμητής,

οδηγεί γαρ η επιθυμία προς την πορνείαν,

μηδέ αισχρολόγος μηδέ υψηλόφθαλμος·

εκ γαρ τούτων απάντων μοιχείαι γεννώνται.

τέκνον μου,

μη γίνου οιωνοσκόπος, επειδή οδηγεί εις την ειδωλολατρίαν,

μηδέ επαοιδός

μηδέ μαθηματικός

μηδέ περικαθαίρίαν,

μηδέ θέλε αυτά βλέπειν·

εκ γαρ τούτων απάντων ειδωλολατρία γεννάται.

τέκνον μου,

μη γίνου ψεύστης, επειδή οδηγεί το ψεύσμα εις την κλοπήν,

μηδέ φιλάργυρος μηδέ κενόδοξος·

εκ γαρ τούτων απάντων κλοπαί γεννώνται.

τέκνον μου,

μη γίνου γόγγυσος, επειδή οδηγεί εις την βλασφημίαν,

μηδέ αυθάδης μηδέ πονηρόφρων·

εκ γαρ τούτων απάντων βλασφημίαι γεννώνται.

ίσθι δε πραύς, επεί οι πραείς κληρονομήσουσιν την γην.

γίνου μακρόθυμος και ελεήμων και άκακος και ησύχιος και αγαθός και τρέμων τους

λόγους δια παντός, ους ήκουσας.

ουχ υψώσεις σεαυτόν

ουδέ δώσεις τη ψυχή σου θράσος.

ου κολληθήσεται η ψυχή σου μετά υψηλών,

αλλά μετά δικαίων και ταπεινών αναστραφήση.

τα συμβαίνοντά σοι ενεργήματα ως αγαθά προσδέξη,

ειδώς ότι άτερ θεού ουδέν γίνεται".


-Απο την Διδαχή των Αποστόλων-

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου