Χαρμονικῶς τῇ πανηγύρει,
τῆς θεοσόφου Μάρτυρος Αἰκατερίνης,
συνδράμωμεν ὦ φιλομάρτυρες,
καὶ ταύτην τοῖς ἐπαίνοις, ὡς ἄνθεσι καταστέψωμεν·
Χαίροις βοῶντες αὐτῇ,
ἡ τῶν φληνάφων Ῥητόρων, τὴν θρασυστομίαν ἐλέγξασα,
ὡς ἀπαιδευσίας ἀνάπλεων,
καὶ τούτους πρὸς πίστιν θείαν χειραγωγήσασα·
Χαίροις ἡ τὸ σῶμα πολυπλόκοις βασάνοις ἐκδοῦσα,
δι' ἀγάπην τοῦ Ποιητοῦ σου,
καὶ μὴ καταβληθεῖσα, ὡς ἄκμων ἀνάλωτος·
Χαίροις ἡ ταῖς ἄνω μοναῖς,
ἀντάξια τῶν πόνων εἰσοικισθεῖσα,
καὶ δόξης αἰωνίου κατατρυφήσασα,
ἧς ἐφιέμενοι οἱ ὑμνῳδοί σου,
τῆς ἐλπίδος μὴ ἐκπέσοιμεν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου