Τρίτη 24 Νοεμβρίου 2009

Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη


Ὁ Δαυῒδ προανεφώνει σοι Ἄχραντε,
προορῶν τὴν ἀφιέρωσιν τῆς εἰσόδου σου ἐν τῷ Ναῷ,
ἐν ᾧ τὰ πέρατα σήμερον ἑορτάζοντα,
δοξολογοῦσί σε πανύμνητε·
ἡ γὰρ πρὸ τόκου Παρθένος,
καὶ μετὰ τόκον μείνασα ἄφθορος,
Μήτηρ τοῦ Λόγου τῆς ζωῆς,
σήμερον εἰσέρχῃ ἐν τῷ Ναῷ·
Ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβών σε Δέσποινα,
καὶ τὰ Ἅγια τῶν Ἁγίων ἀγάλλοντι,
ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν.
Διὸ καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν σοι.
Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν,
δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου