Παρασκευή 27 Νοεμβρίου 2009

Ἱλασμὸν ἡμῖν αἴτησαι, τοῖς τὴν σεπτήν σου μνήμην ἐκτελοῦσι, παρρησίαν ἔχων, Μάρτυς Ἰάκωβε


Πιστῶς ἀθροισθέντες σήμερον,
φιλοθεάμονες,
ἀθρήσατε πάλην, ξένην καὶ διαλάττουσαν,
Ἰακώβου τοῦ ἐκ Περσίδος ἡμῖν ἀστράψαντος,
δίκην ἀστέρος τοῦ τοῖς Μάγοις φανέντος,
καὶ πρὸς τὴν ἀληθῆ ἐπίγνωσιν καθοδηγήσαντος.
Οὗτος γὰρ ὁ γεννάδας,
ἐν τῷ πίπτειν τοὺς πολεμίους ἀνέτρεπε,
καὶ ἐν τῷ ἁρμομελοτομεῖσθαι,
τοὺς τυράννους ἐξενεύρου,
τῇ ἄνωθεν προμηθείᾳ νευρούμενος, καὶ βοῶν·
Εἰ καὶ τὰ μέλη μου αἰσθητὰ ὄντα τέμνετε,
ἀλλ' ἔχω Χριστόν, νοητῶς μοι τὰ πάντα γινόμενον.
Ὅθεν προβλέπων τὴν μέλλουσαν ζωήν,
διὰ τοῦ τοῖς πᾶσι προκειμένου θανάτου,
πρὸς ἐκείνην ἔσπευσε περᾶσαι·
εἰς ἣν καὶ αὐλιζόμενος,
αἰτεῖται ἡμῖν,
παρὰ τοῦ στεφοδότου Θεοῦ,
ἱλασμόν, φωτισμόν, καὶ τὸ μέγα ἔλεος,
τοῖς ἐκτελοῦσι τὴν μνήμην αὐτοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου