Δευτέρα 23 Νοεμβρίου 2009

Ἄγγελοι καὶ ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνωμεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων



Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος.
Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος,
καὶ μετὰ τόκον Παρθένος μείνασα,
ἐν τῷ Ναῷ προσάγεται,
καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς,
ὁ γενέτης τοῦ Προδρόμου,
καὶ βοᾷ γηθοσύνως.
Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων,
ἐν Ναῷ ἁγίῳ ὡς ἁγία,
ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος.
Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ,
καὶ ἡ Ἄννα ἀγαλλιάσθω,
ὅτι προσήνεγκαν Θεῷ,
ὡς τριετίζουσαν δάμαλιν,
τὴν ἀμώμητον Δέσποιναν.
Μητέρες συγχάρητε,
παρθένοι σκιρτήσατε,
καὶ στεῖραι συγχορεύσατε
·
ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν,
ἡ προορισθεῖσα Παντάνασσα.
Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου