Πέμπτη, 26 Νοεμβρίου 2009

Δεῦτε λαοί, Στυλιανὸν τὸν ἔνδοξον ἀπαύστως τιμήσωμεν

Σήμερον ἐπέφανεν, ἡ φωτοφόρος σου μνήμη,
Στυλιανὲ Θεοφόρε,
τοὺς εὐσεβεῖς συγκαλοῦσα, πρὸς αἶνον καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ.
Ὅθεν ταύτην ἐορταζοντες,
πνευματικῶς βοῶμέν σοι·
χαίροις ὁ ἐκ κοιλίας μητρὸς ἁγιασθείς,
ὡς ὁ κλεινὸς Ἱερεμίας,
καὶ ἐπαξίαν τῆς κλήσεως σπουδήν,
τοῖς ἔργοις εἰσενέγκας·
χαίροις τῆς ἐνάρετου ζωῆς ὑπόδειγμα,
καὶ ἀσκητικῶν κατορθωμάτων,
περιφανὴς στηλογραφία·
χαίροις θαυμάτων βρύσις θεόβρυτος,
καὶ παίδων νεοθαλῶν, ἀρωγὸς θερμότατος.
Πρέσβευε Χριστῷ δεόμεθα Πάτερ,
σωθῆναι τάς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου