Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη ἀπὸ τοῦ ὕδατος·
καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ͵ καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον͵
ὡσεὶ περιστερὰν͵ καὶ ἐρχόμενον ἐπ΄ αὐτόν”.
καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ͵ καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον͵
ὡσεὶ περιστερὰν͵ καὶ ἐρχόμενον ἐπ΄ αὐτόν”.
Ὢ ξένων καὶ παραδόξων μυστηρίων, ὁ οὐρανὸς ἄνωθεν προσκυνεῖ͵ ὃν ὁ ποταμὸς πρὸ βραχέων ἐπέκλυσε· καὶ τὸ Πνεῦμα τὸ ἅγιον θεολογεῖ͵ ὃν ὁ δοῦλος ἐβάπτισε.
Καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα·
"Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς͵ ἐν ᾧ ηὐδόκησα".
Οὗτός ἐστιν ὁ βαπτισθεὶς͵ οὐ διὰ χρείαν ἰδίαν͵ ἀλλὰ διὰ μόνην φιλανθρωπίαν͵
ὁ παρὰ τοῦ ἁγίου Πνεύματος μαρτυρούμενος͵
ὁ παρ΄ ἐμοῦ τοῦ σαφῶς ἰδόντος αὐτὸν κηρυττόμενος·
ὁ πρὸ τῶν αἰώνων ἐξ ἐμοῦ γεννηθεὶς͵ καὶ νῦν ἐκ Μαρίας σαρκὶ τεχθεὶς͵
ὁ ὁμοούσιος ἐμοὶ καὶ ὑμῖν·
ὁ συναΐδιος ἐμοὶ͵ καὶ σύμμορφος τῆς ὑμετέρας μορφῆς·
ὁ ποιητὴς τοῦ Ἀδὰμ͵ καὶ ἀπόγονος τοῦ Δαυΐδ·
ὁ δημιουργὸς τῆς Παρθένου͵ καὶ υἱὸς τῆς Παρθένου·
ὁ νοούμενος καὶ φαινόμενος·
ὁ πίστει καὶ ὄψει κατοπτευόμενος·
ὁ τέλειος ἐν θεότητι͵ καὶ τέλειος ἐν ἀνθρωπότητι.
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.
Οὗτος͵ καὶ θαυματουργῶν ὡς Θεὸς͵ καὶ πάσχων ὡς ἄνθρωπος͵ Υἱός ἐστιν ἐμός·
σταυρὸς γὰρ οὐ χωρίζει μου τὸν κατὰ φύσιν ἀχώριστον.
Οὗτος καὶ τοῖς ἥλοις κεντούμενος͵ Υἱός ἐστιν ἐμός·
ἧλοι γὰρ τούτου τὴν θείαν οὐσίαν οὐ βλάπτουσιν.
Οὗτος καὶ πάσχων Υἱός ἐστιν ἐμός· τὴν γὰρ τούτου θεότητα
πάθος οὐκ ἰσχύει καταλαβεῖν.
Οὗτος καὶ νεκρούμενος ἑκουσίως͵ κατὰ τὸ νεκροῦσθαι πεφυκὸς Υἱός ἐστιν ἐμός· ἀποθανεῖν γὰρ εἰς θεότητα οὐ πέφυκεν͵ οὔτε βούλεται͵ οὔτε δύναται· ζωὴν γὰρ νέκρωσις οὐ νικᾷ͵ καὶ θάνατος ἀθανασίας οὐ περιγίνεται.
Οὗτος καὶ ἀνιστάμενος ἐκ νεκρῶν Υἱός ἐστιν ἐμός· ὡς γὰρ δημιουργὸς τοῦ παντὸς ἀναστήσει τοῦ σώματος αὐτοῦ τὸν ναὸν͵
ὃν λυθῆναι παρὰ τῶν ἐχθρῶν αὐτοῦ συνεχώρησεν.
Οὗτος μετὰ τῆς σαρκὸς ταύτης ἀνιὼν εἰς τοὺς οὐρανοὺς͵ ὧν οὐκ ἀπέστη͵
Υἱός ἐστιν ἐμός.
Τοῦτον ὁ δεχόμενος͵ ἐμὲ δέχεται σὺν αὐτῷ· τοῦτον ὁ προσκυνῶν͵ ἐμὲ προσκυνεῖ· εἰς τοῦτον ὁ πιστεύων͵ εἰς ἐμὲ πιστεύει· τοῦτον ὁ σμικρύνων͵ ἐμὲ σμικρύνει· ὕβρις γὰρ παιδὸς ζημία πατρός· τοῦτον ὁ δεχόμενος͵ καὶ μὴ πολυπραγμονῶν͵
ἀλλὰ σέβων ἀπεριέργως͵ μακάριος.
"Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς͵ ἐν ᾧ ηὐδόκησα".
Οἱ ἁμαρτωλοὶ͵ δράμετε πρὸς τὸν αἴ ροντα τὴν ἁμαρτίαν τοῦ κόσμου·
οἱ κατάκριτοι͵ καταλάβετε τὸν φιλάνθρωπον δικαστήν·
οἱ νενεκρωμένοι ταῖς ἁμαρτίαις͵ σπεύσατε πρὸς τὴν πηγὴν τῆς ζωῆς.
Ταῦτα τῆς τοῦ Βαπτιστοῦ πανηγύρεως κάλλιστα δῶρα·
ταῦτα πάντα παρέσχεν ἡμῖν ὁ δι΄ ἡμᾶς ἐπιφανεὶς Δεσπότης Χριστὸς ὁ Θεὸς ἡμῶν·
αὐτῷ ἡ δόξα καὶ τὸ κράτος ἅμα σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι͵ νῦν καὶ ἀεὶ͵ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
απόσπασμα λόγου εἰς τον Άγιον Ιωάννην τον Πρόδρομον
του έν Αγίοις Πατρός ημών Ἰωάννου τοῦ Χρυσοστόμου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου