Τρίτη 5 Ιανουαρίου 2010

Λύτρωσιν ἔρχεται Χριστός, διὰ Βαπτίσματος, παρασχεῖν πᾶσι πιστοῖς


Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών,
Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν.
Εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν·
σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων·
Πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς;
πῶς χειροθετήσει ὁ δοῦλος τὸν Δεσπότην;
Ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν.


Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.

Ἐρχόμενος μετὰ σαρκός, πρὸς Ἰορδάνην Κύριε,
βαπτισθῆναι θέλων, ἐν σχήματι ἀνθρώπου ζωοδότα,
ἵνα τοὺς πλανηθέντας ἡμᾶς ὡς εὔσπλαγχνος,
πάσης μηχανῆς καὶ παγίδος τοῦ δράκοντος,
ῥυσάμενος φωτίσῃς, ἐκ Πατρὸς μεμαρτύρησαι,
τὸ δὲ θεῖον Πνεῦμα, περιστερᾶς ἐν εἴδει σοι ἐπέστη.
Ἀλλ᾽ οἴκισον ψυχαῖς ἡμετέραις σαυτόν, φιλάνθρωπε.


Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.

Τὶ ἀναχαιτίζεις σου τὰ ὕδατα ὦ Ἰορδάνη;
τὶ ἀναποδίζεις τὸ ῥεῖθρον,
καὶ οὐ προβαίνεις τὴν κατὰ φύσιν πορείαν.
Οὐ δύναμαι φέρειν, φησί, πῦρ καταναλίσκον·
ἐξίσταμαι, καὶ φρίττω τὴν ἄκραν συγκατάβασιν·
ὅτι οὐκ εἴωθα τὸν καθαρὸν ἀποπλύνειν, οὐκ ἔμαθον τὸν ἀναμάρτητον ἀποσμήχειν, ἀλλὰ τὰ ῥερυπωμένα σκεύη ἐκκαθαίρειν.
Ἀκάνθας φλέγειν με ἁμαρτημάτων διδάσκει,
ὁ ἐν ἐμοὶ βαπτιζόμενος Χριστός·
ὁ Ἰωάννης συμμαρτυρεῖ μοι· ἡ Φωνὴ τοῦ Λόγου βοᾷ·
ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Αὐτῷ πιστοὶ βοήσωμεν·
ὁ ἐπιφανεὶς Θεός, εἰς τὴν ἡμῶν σωτηρίαν, δόξα σοι.


Δόξα και νύν
Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου
μεθ᾽ ἧς καὶ δακτύλῳ αὐτόν, ἡμῖν καθυπέδειξας,
ἔπαρον ὑπὲρ ἡμῶν, Βαπτιστά, ὡς παρρησίαν ἔχων πολλήν·
καὶ γὰρ μείζων τῶν Προφητῶν ἁπάντων, ὑπ᾽ αὐτοῦ μεμαρτύρησαι.
Τοὺς ὀφθαλμούς σου πάλιν δέ,
τοὺς τὸ Πανάγιον Πνεῦμα κατιδόντας,
ὡς ἐν εἴδει περιστερᾶς κατελθόν,
ἀναπέτασον πρὸς αὐτὸν Βαπτιστά, ἵλεων ἡμῖν ἀπεργασάμενος.
Καὶ δεῦρο στῆθι μεθ᾽ ἡμῶν
ἐπισφραγίζων τὸν ὕμνον,
καὶ προεξάρχων τῆς πανηγύρεως.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου