Παναγία Δέσποινα,
τοῦ κόσμου βοήθεια, καὶ ἐλπὶς Χριστιανῶν,
σὲ νῦν ἐκδυσωποῦμεν,
καὶ σὲ παρακαλοῦμεν ἀγαθή,
ὑπὲρ ἡμῶν ἡμαρτηκότων καὶ ἀπεγνωσμένων,
τόν Υἱόν σου καὶ Κύριον, ἵλεων ποιῆσαι Θεοτόκε·
ἔχεις γὰρ τὸ δύνασθαι, τῇ μητρικῇ σου πρὸς αὐτὸν χρωμένῃ παρρησίᾳ.
Πρόφθασον Ἄχραντε,
πρόφθασον μεσίτευσον,
καὶ ῥῦσαι τὸν λαόν σου τῆς ἐνεστώσης ἀπειλῆς·
διὰ σπλάγχνα ἐλέους,
μὴ παρίδῃς τοὺς ὑμνοῦντάς σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου