
Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν,
καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν,
ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε.
Συγχαίρει πᾶσα ἡ κτίσις,
προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν,
ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς Ζωοδότης συνανελκύσας,
πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις,
καὶ πύλας τοῦ ᾅδου διαθλάττει,
τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου