Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου,
Ἀνδρέαν εὐφημήσωμεν·
οὗτος γὰρ τοὺς ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει,
ἀντὶ καλάμου τὸν σταυρόν,
ἐν ταῖς χερσὶ διακρατῶν,
καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν,
ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ,
καὶ προσκομίζει τῷ Θεῷ δῶρον εὐπρόσδεκτον.
Ἀεὶ τοῦτον πιστοί,
σὺν τῇ χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν,
ἵνα πρεσβεύῃ αὐτῷ,
ὅπως ἵλεως γένηται ἡμῖν
ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Ευχαριστώ για τις ευχές σας επί τη εορτή του πολιούχου και προστάτου μας.
ΑπάντησηΔιαγραφήΣας πρόσθεσα στους συνδέσμους του ιστοχώρου μου.
Καλή δύναμη.
Σάς ευχαριστούμε πολύ για τήν τιμή!Καλή δύναμη και σε σας!
ΑπάντησηΔιαγραφή