Σάββατο 5 Δεκεμβρίου 2009

Τὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, Σάββαν τιμήσωμεν


Σάββα θεόφρον,
ἀρετῶν στῦλος ὁ πύρινος,
πυρσὸς ὁ ἐκ θαλάσσης, τῆς κοσμικῆς τοὺς λαούς,
λιμένα πρὸς τὸν θεῖον καθοδηγῶν,
πλάνης τὰ πνεύματα ὁ καταβαλών,
Πνεύματος Ἁγίου τὸ καθαρὸν δοχεῖον,
ὁ ποδηγέτης τῶν Μοναστῶν,
ἠκριβωμένη τε στάθμη τῆς ἐγκρατείας,
τῆς ταπεινώσεως, περίβλεπτον τὸ ὕψος,
κρήνη ἡ βρύουσα, ἰάσεων πελάγη,
Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε,
δωρηθῆναι τῇ Ἐκκλησία,
ὁμόνοιαν, εἰρήνην,
καὶ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου