Ἵνα θεϊκῆς λαμπρότητος, καὶ αἰωνίου δόξης καὶ ὡραιότητος, Σεβαστιανέ, ἀξιωθῇς ἀξιάγαστε, τὰς βασάνους, τοὺς πόνους, τὸν θάνατον, ὑπέμεινας ἀνδρείως
Αἱμάτων τιμίων σου βαφαῖς,
Μάρτυς κατεσκεύασας,
σαυτῷ πορφύραν πολύτιμον,
ἣν στολισάμενος,
κατοικεῖς τὰ ἄνω,
ἀληθῶς βασίλεια,
Θεῷ παμβασιλεῖ παριστάμενος·
διὸ ἱκέτευε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν,
τὴν εἰρήνην,
καὶ τὸ μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου