Στήλη ἔμψυχος, καὶ ἔμπνους εἰκών,
ἡ ἐτήσιός σου ἐπέστη ἑορτή,
Θεοφόρε Ἰγνάτιε,
τὰς μυσταγωγίας σου,
καὶ τὰς ἀριστείας σου κηρύττουσα,
τὴν ὑπὲρ τῆς Πίστεως μέχρις αἵματος ἀντικατάστασιν,
τὴν μακαρίαν ἐκείνην,
καὶ ἀοίδιμον φωνήν,
τήν,
Ὅτι σῖτός εἰμι Θεοῦ λέγουσαν, καὶ δι' ὀδόντων θηρίων ἀλήθομαι· διὸ μιμητής τοῦ Χριστοῦ σὺ γεγονώς,
πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου