Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων,
σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν
καὶ πάντας συνανέστησας,
τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας,
καὶ τοῦ ᾍδου τὰς πύλας συντρίψας Λόγε,
καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον,
καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει,
Φιλάνθρωπε.
Διὸ καὶ πάντες δοξάζομεν,
καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν,
καὶ κόσμος Σωτήρ μου
ἀνυμνεῖ σε ἀεί.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου