Παρασκευή 6 Νοεμβρίου 2009

Ὁ Παῦλος ὁ μέγιστος, τῆς οἰκουμένης ὁ ἥλιος, Τρισμάκαρ προβάλλεται


Ἀσκήσεως τὸ πέλαγος διαπλέων,
τῆς ἐγκρατείας αὔρᾳ, τὸ τῶν παθῶν κλυδώνιον ἐξέφυγες Ὅσιε·
ὅθεν τῇ ὁμωνυμίᾳ φερωνυμήσας τοῦ θείου Παύλου,
διωγμοὺς ὑπήνεγκας καὶ περιστάσεις,
κακουχούμενος ἐν ταῖς τῶν αἱρετιζόντων γλωσσαλγίαις·
Διὸ Ἀρείου κατέβαλες τὰ δόγματα, καὶ Νεστορίου τὰς αἱρέσεις τρεψάμενος, τῆς Ἐκκλησίας Χριστοῦ, ὤφθης ζηλωτής·
Αὐτὸν ἱκέτευε, Ἱεράρχα μακάριε,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου