Κυριακή 1 Νοεμβρίου 2009

Ἀνέτειλε σήμερον ἥμερα εὐφρόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος, ὑπὲρ τὰς ἡλιακὰς ἀστράπτουσα λαμπηδόνας, τοῦ Ὁσιομάρτυρος καὶ καθηγητοῦ ἡμῶν Ἰακώβου


Δεῦτε πιστοί,
τὴν σεβάσμιον ἄθλησιν τοῦ θεοκήρυκος Ἰακώβου ἑορτάσωμεν·

σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι τὴν σεπτὴν τελείωσιν τοῦ θεοφόρου Πατρὸς ἡμῶν,

καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς συγκαλοῦσι,

πρὸς εὐωχίαν τῶν μεγάλων ἀγώνων αὐτοῦ,

ἀσματικοις ἐγκωμίοις, ἀπαύστως ἐκβοῆσαι πρὸς αὐτόν·

Χαίροις ἐκμαγεῖον ἀκριβέστατον, τῆς ἀρχετύπου εἰκόνος,
ὁ πασῶν ἀρετῶν τὰς ἰδέας, ἀπομαξάμενος ἐνθεώτατα, καὶ τοῦ Πνεύματος γενόμενος ἀκηλίδωτον ἐσοπτρον.

Χαίροις ὁ δοξάσας Χριστόν, τοῖς ἀθλητικοῖς σου καμάτοις,
καὶ ἀντάλλαγμα γενόμενος τῷ πάθει τοῦ Δεσπότου.

Ἀλλὰ καὶ νῦν Πατὴρ ἡμῶν Ἰάκωβε,

παῤῥησίαν ὡς ἔχων πρὸς Χριστὸν τὸν σὲ δοξάσαντα,

ἐκμειλίσσων μὴ παύσῃ,

σὺν τῷ ὁμωνύμῳ σοῦ Μαθητῇ καὶ συναθλητῇ Ἰακώβῳ,

καί Διονυσίῳ τῷ στεῤῥῷ ἀκολούθῳ καὶ μύστῃ,

ὑπὲρ τῆς πεποθημένης ποίμνης ὑμῶν,

διαφυλαχθῆναι αὐτήν,

ἐκ παντοίων δεινῶν περιστάσεων.


πηγή:
VOUTSINASILIAS

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου